[ ]
Phokis — Delphi — 121-108 BC
| 1 | ἄρχοντος Ἁγίωνος τοῦ Πολυκλείτου, μηνὸς Θεοξενίου, |
| βουλευόντων τὰν δευτέραν ἑξάμηνον Πάτρωνος τοῦ | |
| Ἀριστοβούλου, Ἀρίστωνος τοῦ Δαμοφάνεος, γραμματεύ- | |
| οντος δὲ τᾶς βουλᾶς Ἡρακλείδα, ἀπέδοτο [․․․υτὼ] Αἰχμίωνος, | |
| 5 | συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Ξενοδάμου καὶ |
| τᾶς θυγατέρος αὐτῶν Βουαντέας, [τῶι Ἀ]πόλλωνι τῶι | |
| Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Σω[σίχ]α, τὸ γένος οἰκο- | |
| γενῆ, τιμᾶς ἀργυρίου μν[ᾶν] πέντε, καὶ τὰν τιμὰν ἔχει | |
| πᾶσαν. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Πάτρων Θρα- | |
| 10 | σέα, καθὼς ἐπίστευσε Σωσίχα τῶι θεῶι τὰν [ὠ]νάν, ἐφ’ ὧι- |
| τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα | |
| βίον, ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. εἰ δέ τις | |
| ἐφάπτοιτο Σωσίχας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρα- | |
| τυχὼν συλέων Σωσίχαν ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ἐὼν | |
| 15 | καὶ ἀνυπόδικος ὁ συλέων πάσας δίκας καὶ ζα[μίας, καὶ ὁ βε]βαιω- |
| τὴρ βεβαιούτω. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πα%⁸¹τρέας | |
| Ἀν%⁸¹δρονίκου, Ἁγίων Ἐχεφύλου, καὶ ὁ νεωκόρος Ἀτεισίδας | |
| Ὀρθαίου, καὶ ἰδιῶται Φαῖνις Γοργίλου, Αἰακίδας Βαβύλου. |