[ ]
Phokis — Delphi — 121-108 BC
| 1 | [ἄρχο]ντος Βαβύ[λου το]ῦ Ἀνδρο%⁸¹μένεος, μηνὸς [Ἐν]δυσποι- |
| [τροπ]ίου, ἀπέδοντο Καλλίδαμος [Ἀ]μ̣φ̣ιστράτου καὶ Σώσιον | |
| ․ε․ίωνος, συνευδοκεούσας καὶ [․․․․․․․ αὐτ]οῦ ․․․․․․τας Καλλιδάμου, | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Σω- | |
| 5 | σικράτεια, τὸ γένος ἐ[νδογ]ενῆ, τιμ[ᾶς] ἀργυρίου μνᾶν τεσ- |
| σάρων καὶ ἡμίμναιον, καθὼς ἐπίστευσε Σωσικράτεια τῶι | |
| θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Σωσικράτειαν | |
| καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσαν | |
| ὅ κα θέλῃ καὶ ἀποτρέχουσα<ν> οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τοὺς | |
| 10 | νόμους Νικόβουλος Ἀθανίωνος. εἰ δέ τις ἐφάπτοιτο Σωσι- |
| κρατε<ί>ας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι | |
| τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Καλλίδαμος καὶ Σώσιον καὶ ὁ β[ε]- | |
| βαιωτὴρ Νικόβουλος. εἰ δὲ μὴ παρέχοιν, πράκτιμοι ἐόντ[ω] | |
| ἕκαστος αὐτ[ῶν] μνᾶν πέντε, καὶ ὁμ[οίως] οἱ παρατυγχά- | |
| 15 | νοντες κύριοι ἐόντω συλέοντες Σωσικράτειαν ὡς ἐλευ- |
| θέραν [οὖ]σαν ἀζάμιοι [ὄντ]ες πάσας δίκας | |
| καὶ ζαμίας. μάρτυροι <οἵ> τε ἱερεῖς τοῦ Ἀπόλλωνος Πατρέας Ἀ[ν]- | |
| δρονίκου, [Ἁγί]ων Ἐ[χε]φύλου· ἰδιῶτ[αι] Ξενόκριτος Στησιμέν[ους], | |
| Λυσίμα[χ]ος Μεστράτεος, Καλλείδας ․․․․․․ος, Κι%⁸¹κότας Εὐβού[λου], | |
| 20 | Σώτηρος Ἑρμολάου. |