[ ]
Phokis — Delphi — 121-108 BC
1 | [ἄρχο]ντος Βαβύ[λου το]ῦ Ἀνδρο%⁸¹μένεος, μηνὸς [Ἐν]δυσποι- |
[τροπ]ίου, ἀπέδοντο Καλλίδαμος [Ἀ]μ̣φ̣ιστράτου καὶ Σώσιον | |
․ε․ίωνος, συνευδοκεούσας καὶ [․․․․․․․ αὐτ]οῦ ․․․․․․τας Καλλιδάμου, | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Σω- | |
5 | σικράτεια, τὸ γένος ἐ[νδογ]ενῆ, τιμ[ᾶς] ἀργυρίου μνᾶν τεσ- |
σάρων καὶ ἡμίμναιον, καθὼς ἐπίστευσε Σωσικράτεια τῶι | |
θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Σωσικράτειαν | |
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσαν | |
ὅ κα θέλῃ καὶ ἀποτρέχουσα<ν> οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τοὺς | |
10 | νόμους Νικόβουλος Ἀθανίωνος. εἰ δέ τις ἐφάπτοιτο Σωσι- |
κρατε<ί>ας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι | |
τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Καλλίδαμος καὶ Σώσιον καὶ ὁ β[ε]- | |
βαιωτὴρ Νικόβουλος. εἰ δὲ μὴ παρέχοιν, πράκτιμοι ἐόντ[ω] | |
ἕκαστος αὐτ[ῶν] μνᾶν πέντε, καὶ ὁμ[οίως] οἱ παρατυγχά- | |
15 | νοντες κύριοι ἐόντω συλέοντες Σωσικράτειαν ὡς ἐλευ- |
θέραν [οὖ]σαν ἀζάμιοι [ὄντ]ες πάσας δίκας | |
καὶ ζαμίας. μάρτυροι <οἵ> τε ἱερεῖς τοῦ Ἀπόλλωνος Πατρέας Ἀ[ν]- | |
δρονίκου, [Ἁγί]ων Ἐ[χε]φύλου· ἰδιῶτ[αι] Ξενόκριτος Στησιμέν[ους], | |
Λυσίμα[χ]ος Μεστράτεος, Καλλείδας ․․․․․․ος, Κι%⁸¹κότας Εὐβού[λου], | |
20 | Σώτηρος Ἑρμολάου. |