[ ] Phokis — Delphi — 20-46 AD
1 [ἄρχοντος Π]ά̣σ̣ωνος τοῦ Δάμωνος, μηνὸς Ἡρακλήου, βουλευό[ντων Ἁβρομά]-
[χου τοῦ Ξεν]αγόρα, Μάρκου τοῦ Μάρκου, ἐπὶ τοῖσδε ἀπέδοντο Σωτηρ[ίχα καὶ Κτῆ]-
[σι]ς [Φ]λωνος, συνευαρεστεόντων καὶ τῶν Κτήσιος υἱῶν Φίλωνος καὶ Σωσ[τράτου],
τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικεῖον, ᾧ ὄνομα Σωστ[ράτα, τι]-
5 μᾶς ἀργυρίου μνᾶν ἑπτά, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐπίστευσε Σ[ωσ]τρ[άτα]
τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρό-
νον μηδενὶ μηδὲν ποθήκουσα κατὰ μηδένα τρόπον. βεβαιωτὴρ κατὰ τοὺς νόμους
τᾶς πόλιος Ξεναγόρας Ἁβρομάχου. εἰ δέ τις ἐφάπτοιτο Σωστράτας ἐπὶ καταδουλισ-
μῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠν<ὰν> αἵ τε ἀποδόμεναι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ
10 ὁ παρατυχὼν κύριος ἔστω συλέων Σωστρά<τα>ν ἐπ’ ἐλευθερίᾳ ἀζάμιος ὢν καὶ ἀνυπόδικος
πάσας δίκας καὶ ζαμίας. τιθέμεθα τὴν ὠνὴν κατὰ τὸν νόμον, τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ
Ἀπόλλωνος ἐνχαράξασαι, τὴν δὲ εἰς τὰ δημόσια γράμματα διὰ τοῦ γραμματέως Λυσιμά-
χου τοῦ Νικάνορος. μάρτυρες. χεὶρ Ξεναγόρα τοῦ Ἁβρομάχου. γέγονα βεβαιωτὴρ τοῦ προ-
          γεγραμμένου σώματος, ᾧ ὄνομα Σωστράτα, καταστα-
15           θεὶς ὑπὸ Σωτηρίχας καὶ Κτήσιος, συνευαρεστεόντων
          καὶ τῶν Κτήσιος υἱῶν Φίλωνος καὶ Σωστράτου. μάρτυ-
          ρες οἱ αὐτοὶ οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διονύσιος Ἀ[στο]-
          ξένου, Δάμων Πολεμάρχου, καὶ ἰδιῶται Εὐκλείδας
          Σώτα, Πάσων Δάμωνος, Κλέανδρος Φίλωνος.
Search Help
Contact Us