[ ]
Phokis — Delphi — 20-46 AD
| 1 | [ἄρχοντος Π]ά̣σ̣ωνος τοῦ Δάμωνος, μηνὸς Ἡρακλήου, βουλευό[ντων Ἁβρομά]- |
| [χου τοῦ Ξεν]αγόρα, Μάρκου τοῦ Μάρκου, ἐπὶ τοῖσδε ἀπέδοντο Σωτηρ[ίχα καὶ Κτῆ]- | |
| [σι]ς [Φ]ίλωνος, συνευαρεστεόντων καὶ τῶν Κτήσιος υἱῶν Φίλωνος καὶ Σωσ[τράτου], | |
| τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικεῖον, ᾧ ὄνομα Σωστ[ράτα, τι]- | |
| 5 | μᾶς ἀργυρίου μνᾶν ἑπτά, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐπίστευσε Σ[ωσ]τρ[άτα] |
| τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρό- | |
| νον μηδενὶ μηδὲν ποθήκουσα κατὰ μηδένα τρόπον. βεβαιωτὴρ κατὰ τοὺς νόμους | |
| τᾶς πόλιος Ξεναγόρας Ἁβρομάχου. εἰ δέ τις ἐφάπτοιτο Σωστράτας ἐπὶ καταδουλισ- | |
| μῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠν<ὰν> αἵ τε ἀποδόμεναι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ | |
| 10 | ὁ παρατυχὼν κύριος ἔστω συλέων Σωστρά<τα>ν ἐπ’ ἐλευθερίᾳ ἀζάμιος ὢν καὶ ἀνυπόδικος |
| πάσας δίκας καὶ ζαμίας. τιθέμεθα τὴν ὠνὴν κατὰ τὸν νόμον, τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ | |
| Ἀπόλλωνος ἐνχαράξασαι, τὴν δὲ εἰς τὰ δημόσια γράμματα διὰ τοῦ γραμματέως Λυσιμά- | |
| χου τοῦ Νικάνορος. μάρτυρες. χεὶρ Ξεναγόρα τοῦ Ἁβρομάχου. γέγονα βεβαιωτὴρ τοῦ προ- | |
| γεγραμμένου σώματος, ᾧ ὄνομα Σωστράτα, καταστα- | |
| 15 | θεὶς ὑπὸ Σωτηρίχας καὶ Κτήσιος, συνευαρεστεόντων |
| καὶ τῶν Κτήσιος υἱῶν Φίλωνος καὶ Σωστράτου. μάρτυ- | |
| ρες οἱ αὐτοὶ οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διονύσιος Ἀ[στο]- | |
| ξένου, Δάμων Πολεμάρχου, καὶ ἰδιῶται Εὐκλείδας | |
| Σώτα, Πάσων Δάμωνος, Κλέανδρος Φίλωνος. |