[ ]
Phokis — Delphi — 20-46 AD
| 1 | ἀγαθᾷ τύχᾳ. |
| ἄρχοντος Γαίου Ἰουλίου Σ- | |
| [ει]δέκτα, μηνὸς Θεοξενίο[υ], | |
| β[ο]υλευόντων Λαμένους τ[οῦ] | |
| 5 | Στρατάγου καὶ Φιλονίκου τοῦ |
| [Δι]οδώρου, ἀπέδετο Εὐθύδαμο[ς] | |
| Εὐθυδάμου Τολφώνιος καὶ Δα- | |
| μαινέτα Φιλοδάμου Τολφωνία, | |
| [συ]νευαρεστεόντων τῶν υἱῶν αὐτῶν | |
| 10 | [Ἀ]πόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ |
| [σῶμα ․․․․․․․․․․․․․․․․․․․․․․․ τιμᾶς ἀρ]γυρίου μνᾶν πέντ[ε, κ]αὶ τὰν τιμὰν ἀπέχομεν πᾶσαν, | |
| καθὼς ἐπ[ίστευσε τῷ θεῷ τὰν ὠνὰν, ἐφ’ ᾧτε εἶ]μεν ἐ[λευθερ․ν] καὶ ἀνέπαφον ὑπὸ πάντων τὸν πάν- | |
| τα χρόνον. [βεβαιωτὴρ κατὰ τοὺς νόμ]ους τᾶς πόλιος Ἐπίνικος Νικοστράτου. εἰ δέ τις ἐ- | |
| φάπτοι[το ․․․․․․․․, βέβαιον παρεχόντω τῷ] θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμ- | |
| 15 | [οίως] δὲ κ[αὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων ․․․․․․]α̣ν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. |
| τίθεμαι τὰ[ν ὠνὰν εἰς τὰ δαμόσι]α γράμματα διὰ τοῦ γραμματέως Θεοκλέους τοῦ Θεο- | |
| [κλέ]ου[ς ․․․․․․․․․․․․․ χεὶρ] Ἐπινίκου τοῦ Νικοστράτου. γέγονα βεβαιω- | |
| τὴρ κατασταθεὶς [ὑπὸ Εὐθυδάμου καὶ Δαμαινέτας] ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς. μάρτυρες οἵ τε ἱερεῖς τ- | |
| [οῦ Ἀπόλλωνος Δάμων Πολεμάρχου, Διονύσιος Ἀστοξέ]νου, Καλλίστρατος Καλλιστράτου, Πολέμαρ[χος Δάμωνος], | |
| 20 | Ἁβρόμαχος Ξεναγόρα, |
| Μελισ<σ>ίων Λαιάδα, | |
| Νείκανδρος Νεικάνδρου. |