[ ] Phokis — Delphi — 20-46 AD
1 ἄρχοντος ἐν Χα[ράδρᾳ] Ἀγ[ησά]νδρου τοῦ Ἀγάθωνος, μηνὸς Ὀ-
γδόου, ἐν δὲ Δελφοῖς ἄρχοντος Πάσωνος τοῦ Δάμωνος, μηνὸς
[Ἡρ]ακλήου, βουλευό[ντων] Ἁβρομ[άχου τ]οῦ Ξεναγόρα καὶ Μάρκου Κορ-
νηλίου Ῥούφου. χεὶρ Θεοφίλου τοῦ Εὐαμέρου ὑπὲρ Ζωπύραν Χαριδά-
5 μο[υ] Χ̣α[ρ]αδρ̣α̣ῖ̣α[ν] παροῦσαν καὶ κελεύ[ουσα]ν γρά[ψαι] ὑπὲρ αὐτάν. ἀπέδοτο Ζωπύ-
ρα [Χαριδάμου] τῶι Ἀπόλλωνι τῶι Πυθίωι κοράσιον οἰκο[τρ]οφ[έ]ς, ᾇ <ὄνομα> Ἀρκίσα, συ[ν]ευα-
[ρεστέοντος α]ὐτᾷ καὶ τοῦ ἀνδρὸς [Φί]λωνος καὶ τοῦ υἱοῦ Φίλωνος, τειμᾶς ἀργυρίου δει-
ναρίων ἑκατόν, καὶ τὰν τειμὰν ἀπέχει πᾶσαν. βεβαιωτῆρες κατὰ τοὺς ἀμφοτήρων
[νόμους], Χαραδραῖος μὲν Δάμων Θεοκλέους, Δελφὸς δὲ Θεόφιλος Εὐαμέρου, καθὼς ἐπίστευ-
10 σε [τῷ θ]εῷ τὰν ὠνὰν Ἀρκίσα, ἐφ’ ᾧτε ἐλευθ[έρ]α ε[ἶμεν] καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον καὶ
[τρέ]χ[ουσα] ὅπα κα θέλῃ καὶ ποιοῦσα ὅ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Ἀρκίσας ἐπὶ καταδουλισμῷ, βέβαι-
[ον παρεχ]όντω τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ οἱ βεβαιωτῆρες. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος
{κύριος} ἔστω συλέων καὶ ἀφαιρούμενος Ἀρκίσαν εἰς {εἰς} ἐλευθερίαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας
[δίκας] καὶ ζαμίας. τιθέμεθα δὲ τὰν ὠνὰν διὰ τοῦ γραμματέως Λυσιμάχου τοῦ Νικάνορος εἰς τὰ δη-
15 μόσια τῆς πόλεως γράμματα, τὰν δὲ ἑτέραν ἐνχαράξασ<α> ἐν τῷ θεάτρῳ. μάρτυρες οἵ τε ἱε-
ρεῖς [τοῦ] Ἀπόλλωνος Διονύσ<ιος> Ἀστοξένου, Δάμων Πολεμάρχου, καὶ ἰδιῶται Ξεναγόρας
Ἁβρομ[άχου, Πά]σων Δάμωνος, Φιλόξενος Φιλοξένου. [χ]ε<ὶ>ρ Δάμωνος τοῦ Θεοκλέους
Χαραδρα[ίου]. γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς. χεὶρ Θεοφίλου {γέγο}-
{να δὲ [βεβαιω]τὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς}. χεὶρ Φίλωνος τοῦ Φίλωνος Χαραδραίου.
20 συνευαρεστῶ τᾷ προγεγραμμένᾳ ὠνᾷ καὶ ὁ υἱός μου Φίλων. μάρτυρες οἱ αὐτοί.
Search Help
Contact Us