[ ]
Phokis — Delphi — 20-46 AD
| 1 | ἄρχοντος Πάσωνος τοῦ Δάμωνος, μηνὸς Ἡρακλήου, βουλευόντων Ἁβρομάχου τοῦ Ξενα- |
| γόρα, Μάρκου τοῦ Μάρκου. χειρόγραφον Σωσικλέους τοῦ Φιλλέα ὑπὲρ Σωφρόναν Στράτωνος πα- | |
| ροῦσαν καὶ κελεύουσαν ὑπὲρ αὐτὰν γράψαι· ἐπὶ τοῖσδε ἀπέδοτο Σωφρόνα, συνευαρεστέοντος | |
| καὶ τοῦ υἱοῦ αὐτᾶς Σωσάνδρου, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικεῖον οἰκο- | |
| 5 | γενές, ᾧ ὄνομα Ὀνασίφορον, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, καθὼς |
| ἐπίστευσε Ὀνασίφορον τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
| τὸν πάντα χρόνον, μηδενὶ μηδὲν ποθήκουσα κατὰ μηδένα τρόπον. βεβαιωτὴρ κατὰ τοὺς | |
| νόμους Εὐκλείδας Αἰακίδα. εἰ δέ τις ἐφάπτοιτο Ὀνασιφόρου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν- | |
| τω τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔ- | |
| 10 | στω συλέων Ὀνασίφορον ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. |
| παραμεινάτω δὲ Ὀνασίφορον Σωφρόνᾳ πάντα τὸν τοῦ ζῆν αὐτᾶς χρόνον, ποιοῦσα τὸ ἐπιτασ- | |
| σόμενον ἀνενκλήτως. εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Σωφρόνα ἐπιτιμέουσα τρόπῳ ᾧ κα θέ- | |
| λῃ. δότω δὲ Ὀνασίφορον Σωσάνδρῳ βρέφος. τίθεται τὴν ὠνὴν κατὰ τὸν νόμον, τὴν μὲν εἰς τὸ | |
| ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχαράξασα, τὴν δὲ ἑτέραν διὰ τοῦ γραμματέως Λυσιμάχου | |
| 15 | τοῦ Νικάνορος εἰς τὰ δημόσια τῆς πόλιος γράμματα. μάρτυρες. χειρόγραφον Εὐ- |
| κλείδα τοῦ Αἰακίδα. γέγονα βεβαιωτὴς ἐπὶ τῆς προγεγραμμένης ὠνῆς κατασταθεὶς | |
| ὑπὸ Σωφρόνας, συνευαρεστοῦντος καὶ τοῦ υἱοῦ αὐτᾶς Σωσάνδρου. | |
| μάρτυρες οἱ αὐτοί, Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου οἱ ἱερεῖς τοῦ | |
| Ἀπόλλωνος, καὶ ἰδιῶται Πάσων Δάμωνος, Κλέανδρος Φίλωνος, Ξενάγο- | |
| 20 | ρας Ἁβρομάχου. |