[ ]
Phokis — Delphi — 1-20 AD
col. I.1 | ἄρχοντος Πολεμάρχου τοῦ Δάμωνος, μηνὸς Ἀπ[ελλ]αίου ὀγδ[όῃ ἱσταμένου], |
ἐν ἐννόμῳ ἐκκλησίᾳ, βουλευόντων Διοδώρου τοῦ Φιλονίκου, Ἁ[βρο]- | |
μάχου τοῦ Ξεναγόρα, Εὐάνδρου τοῦ Μεγάρτα, ἀπέδοτο ἐπ’ ἐλευθ[ε]- | |
ρίᾳ Νίκων Νικαίου καὶ Δαντὼ Νίκωνος σῶμα γυναικεῖον ἀγοραστὸ[ν] | |
5 | ἐκ Δρυμίων Ζωΐλου τοῦ Ζωΐλου, ᾇ ὄνομα Τρυφέρα, τῷ Ἀπόλλωνι |
τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν | |
ἀπέχω πᾶσαν, ἐπὶ τοῖσδε ὥστε ἐλευθέραν εἶμεν Τρυφέραν καὶ ἀνέ- | |
φαπτον ὑπὸ πάντων τὸν πάντα χρόνον πανταχῇ. καθέστακα δὲ καὶ βε- | |
βαιωτῆρα Λυσίμαχον Νικάνορος. εἰ δέ τις ἐφάπτοιτο Τρυφέρας ἐπὶ κατα- | |
10 | δουλισμῷ, βέβαιον παρεχέτωσαν τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βε- |
βαιω[τ]ήρ. ὡσαύτως δὲ καὶ ὁ βουλόμενος τῶν ἰδιωτῶν ἐξουσίαν ἐχέτω ἀφαιρού- | |
μενος ἐπ’ ἐλευθερίᾳ ἀ<ζ>ήμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζημίας. παραμε- | |
νέτω δὲ Τρυ[φ]έρα Νίκωνι πάντα τὸν τᾶς ζωᾶς αὐτ<οῦ> χρόνον ποιοῦσα τὸ ἐπιτασσόμε- | |
νον ἀνενκ[λ]ήτως. εἰ δὲ μὴ ποιῇ μηδὲ πειθαρχῇ, ἐξουσίαν ἐχέτω Νίκων ἐπιτιμέων | |
15 | τρόπῳ ᾧ κα θέλῃ. τὰν ὠνὰν τιθέμεθα κατὰ τὸν νόμον, τὴν μὲν ἐν τῷ ἱερῷ τοῦ Ἀπόλ- |
λωνος ἐνχαράξαντες, τὴν δὲ Νίκων γράψας ἐν τὸ δαμόσιον γραμματοφυλάκι- | |
ον διὰ τοῦ γραμματέως Λυσιμάχου τοῦ Νικάνορος. μάρτυρες οἱ ὑπογ[ρά]ψαντες, οἵ τε ἱερεῖς | |
τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονίκου, Διονύσιος vac. [Ἀ]στοξένου, Δάμων | |
Πολεμάρχου· τῶν ἰδιωτῶν Νικάνωρ Λυσιμά%⁸¹χου. χειρόγραφον Νικά- | |
20 | νο[ρ]ος τοῦ Λυσιμάχου ὑπὲρ Δαντὼ Νίκωνος vac. παροῦσαν καὶ κελεύου- |
σαν ὑπὲρ αὐτὰν γράψαι. ὁμολογεῖ Δαντὼ Νίκωνος vac. συνευαρεστεῖσθαι τοῖς | |
col. II.22 | [ἐν τ]ᾷ [ὠ]νᾷ κα[ταγεγραμμέ]- |
[νοις π]ᾶσι. μά[ρτυρες οἱ αὐ]- | |
[τοί], Διόδωρος [Φιλον]- | |
25 | [είκ]ου, Δάμω[ν Πολεμά]- |
[ρχο]υ, Ἁβρόμα[χος Ξενα]- | |
[γόρ]α, Πολέμ[αρχος Δάμ]- | |
[ων]ος, Διο[ν]ύσ[ι]ος Ἀστοξέ- | |
νο[υ] vac. Εὔανδ[ρος Μ]εγάρτα, | |
30 | Με%⁸¹λισσίων Δ[ι]ονυσίου, |
Αἰακίδας Εὐκλείδα, [Λ]α[μέ]- | |
νης Σ[τ]ρατάγου. χεὶρ Λ[υσιμ]ά- | |
χου τοῦ Νικάνορος. ὁμολο- | |
γῶ γεγονέναι βεβαιωτ[ὴρ ἐπὶ] | |
35 | τῆς προγεγραμμένης ὠνῆς |
κατασταθεὶς ὑπὸ Νίκων[ο]ς | |
καὶ Δαντοῦς τῆς Νίκωνος. | |
[μά]ρτυρες κατὰ πάντων | |
[οἱ α]ὐτοί. |