[ ] Phokis — Delphi — 20-46 AD
1 ἄρχοντος Λαμένους τοῦ Στρατάγου γόνῳ δὲ Λαμένους, μηνὸς Θεοξενίου, βουλευ-
όντων Σώτα τοῦ Εὐκλείδα, Λέωνος τοῦ Νικάνορος, ἀπέλυσε τῆς παραμονῆς Σωσικλῆς
Καλλιόπην τὴν ἰδίαν θρεπτήν, ἐφ’ ᾧτε ἐλευθέραν εἶναι καὶ ἀνέφαπτον ὑπὸ πάντων
τὸν πάντα χρόνον, μηδενὶ μηδὲν προσήκουσαν κατὰ μηδένα τρόπον. μάρτυρες
5 Διονύσιος Ἀστοξένου, Ἀστόξενος Διονυσίου,
Νίκανδρος Καλ<λ>ιστράτου,
Λαμένης Στρατάγου γ<ό>νῳ δὲ Λαμένους,
Καλ<λ>ίστρατος Καλ<λ>ιστράτου.
Search Help
Contact Us