[ ] Phokis — Delphi — 20-46 AD
1 [ἄρχοντος Διοδώρου τ]οῦ Ἀνδρονίκου, μηνὸς Ἀμαλίου, [βου]λευόντων Καλλιστράτου τοῦ Καλ-
[λιστράτου, Πάσωνο]ς τοῦ Δάμωνος, [ἐ]πὶ τοῖσδε ἀπέδ[ο]το Σωσικλῆς Φιλλέα τῷ Ἀπόλλωνι τῷ
[Πυθίῳ ἐπ’ ἐλευθερίᾳ κ]οράσιον τὸ ἴδιον θρεπτὸν, ᾧ ὄνομα Καλλιόπη, τιμᾶς ἀργυρίου μνᾶν τριῶν,
[καὶ τὰν τιμὰν ἔχω π]ᾶσαν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Καλλιόπην καὶ ἀνέφαπτον ὑπὸ πάντων τὸν πάν-
5 τα χρόνον. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νόμους Κλέανδρον Φίλωνος. εἰ δέ τις ἐφά-
πτοιτο Καλλιόπης ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ
[βεβαιω]τήρ. ὁμοίως δὲ [καὶ] ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω ἀφαιρούμενος Καλλιόπην εἰς ἐλευθε-
[ρίαν ἀ]ζάμιος ὢν καὶ ἀν[υ]πόδικος πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Καλλιόπη Σωσι-
[κ]λεῖ πάντα τὸν τᾶς ζω[ᾶς χ]ρόνον αὐτοῦ, ποιοῦσα τὸ ἐπιτασσόμενον ἀνενκλήτως. εἰ δὲ
10 μποιέοι μηδὲ πεθιαρχέοι, ἐξουσίαν ἐχέτω Σωσικλῆ[ς] ἐπιτιμέων Καλλιόπῃ [τ]ρόπῳ ᾧ κα θέ-
λῃ. τίθεμαι τὴν ὠνὴν κατὰ τὸν ν[όμο]ν, τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχα[ρ]άξας,
τὴν δὲ τῇ ἰδίᾳ χειρὶ γράψας εἰς τὸ δημόσιον γ[ραμ]ματοφυλάκιον διὰ το[ῦ γ]ραμμ[ατ]έως Λυ-
σιμάχου τοῦ Νι[κ]άνορος. μάρτυρες οἱ ὑπογρά[ψαντ]ες. χειρόγραφον Κλε[ά]νδρου τοῦ Φί[λω]νος.
μολογῶ γεγονέναι βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς κατασταθεὶς ὑπὸ Σωσι[κλ]έους
15 τοῦ Φιλλέα. μάρτυρες οἱ αὐτοί, οἱ ἱερ[εῖ]ς τοῦ Ἀπόλλωνος Διονύσιος Ἀστοξένου, [Δάμω]ν
Πολεμάρχου, καὶ ἰδιῶται Αἰακίδας Εὐκλείδα, Ξεναγόρας Ἁβρομάχ[ου].
Search Help
Contact Us