[ ]
Phokis — Delphi — 20-46 AD
| 1 | ἄρχοντος Νίκων[ος το]ῦ Νι[κα]ίου, μηνὸς Ἰλαίου, βουλευόντων Καλλιστράτου |
| τοῦ Καλλισ%⁸¹τρά[του καὶ] Πολυτιμίδα τοῦ Λαιάδα, ἐπὶ τοῖσδε ἀπέδοτο Ἰρανί- | |
| ων Νικάνδρου τ[ῷ Ἀπόλλωνι τ]ῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ κοράσια δύο, οἷς ὀνόματα | |
| Πελαγία καὶ Ῥοδόπ[η, τιμᾶς] ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, ἐφ’ ᾧ- | |
| 5 | τε ἐλευθέρας εἶμεν κ[αὶ ἀνεφ]άπτους, καθὼς ἐπίστευσαν τῷ θεῷ τὰν ὠνάν, |
| μηδενὶ μηδὲν πρ[οσηκού]σας κατὰ μηδένα τρόπον, συνευαρεστέοντος Ἰρανί- | |
| ωνι Νικάνδρου τ[οῦ υἱοῦ αὐτ]οῦ. καθέστακα δὲ καὶ βεβαιωτῆρα ἐπὶ τῆς ὠνῆς Εὐ- | |
| κλείδαν Αἰακίδα. [εἰ δέ τι]ς ἐφάπτοιτο Πελαγίας ἢ Ῥοδόπης ἐπὶ καταδουλισμῷ, | |
| βέβαιον παρεχόντω [τῷ θεῷ τὰ]ν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ | |
| 10 | καὶ ὁ παρατυχ[ὼν κύριος ἔστω συλ]έων εἰς ἐλευθερίαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας |
| δίκας καὶ ζαμί[ας. μάρτυρες οἵ] τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διονύσιος Ἀστοξένου, | |
| Δάμων Πολεμάρχ[ου καὶ ἰδιῶται Νίκα]νδρος Νικάνδρου, Στράταγος Λαμένους, Καλλίστρα- | |
| τος Καλλιστράτου, Μελ[ισσίων Λαι]άδα, Νικάνωρ Λυσιμάχου. τίθεμαι τῆς ὠνῆς τὸ ἀν- | |
| τίγραφον εἰς τὰ δημ[όσια γράμματα]. χειρόγραφον Εὐκλείδα τοῦ Αἰακίδα. γέγονα | |
| 15 | βεβαιωτὴρ ἐπὶ τᾶς π[ρογεγραμμένας ὠ]νᾶς κατασταθεὶς ὑπὸ Ἰρανίωνος τοῦ Νικάν- |
| δρου. μάρτυρες ἐπὶ [πάντων οἱ αὐτοί]. | |
| τὸ ἀντίγραφον ὑπογε- | |
| γράφαμε[ν ὑ]πὸ τὴν ὠ- | |
| νήν. μάρτυρες Σώτηρο- | |
| 20 | ς Κτήσωνος, Κτήσων [Σω]τή- |
| ρου, Ἀντιγένης Ἀρχία. |