[ ]
Phokis — Delphi — stoich. — 331 BC — CID 2.95
| 1 | [καὶ ἀμφικτυονικ]ο[ῦ] τάλ[αντα ․․․․․․․․․․․․․․․․․]. |
| [ἀνάλωμα τ]ῆς ἠρινῆς πυλ[αίας τῆς ἐπὶ Θεολύτου ἄρχοντος — — —] | |
| — — —ρωμα Σατύρ̣ωι — — — | |
| — — —ι μνᾶν ἐδώκαμ[εν — — — | |
| 5 | [․․ στατῆρα]ς εἴκοσι πέντε· [τοῖς ναοποιοῖς, κελευσάντων τῶν ἱερομνημόνων], |
| [τάλαντα δύο], τοῖσδε· Μολύσ[ωνι Παιδίνα Φαρσαλίωι, Οἰολύκωι Διοκλέους] | |
| [Λαρισσαίωι], Μηδείωι Ἀρισ[τοφυλίδα Λαρισαίωι, Ἀμύντορι Σιμμία Φεραίωι], | |
| [Ὀρέσται Ναύ]τα Κραννωνίω[ι, Ἱππίαι Ἀρκεσιλάου Πελινναιεῖ, ․․․․․․․․․․] | |
| [․․․․․․․․․․]․․․, Ἱπποδάμα[ι Ἀγάθωνος Φαρσαλίωι, Κλεότται Εὐνομίδα Περ]- | |
| 10 | [ραιβῶι, Ἐτυμώ]νδαι Λαρισί[ου Δελφῶι, Μνασίωνι Μνασιθοίνου Πλαταιεῖ, Πύ]- |
| [θωνι Πύρρου Θε]σπ[ι]εῖ, Φερε[κλεῖ Κλησία Ταναγραίωι, Ἐπιτέλει Σωινόμου Ἀθηναί]- | |
| [ωι, Φίλι Δεινάρ]χου Ἀργείω[ι, Πολυκράτει Ἀντίωνος Ἀργειωι. Νοίωι Νοίωνος Ἀρ]- | |
| [γείωι, Σωίδαι Σ]ωμήστορος [Κορινθίωι, Καλλισθένει Σαιγάλου Κορινθίωι], | |
| [Ἁγησίλαι Αἰνησ]ία Λοκρῶ[ι Ὀπουντίωι, Ἀγίαι Ἀριστάρχου Λοκρῶι Θρονιεῖ], | |
| 15 | [Διοκλεῖ Ἀψόφου] Λοκρῶ[ι, Λαονίκωι, Τραχάλωι, Ἀκρατίδαι, Κυλωιάδαι, Πρατονί]- |
| [κωι Λακεδαιμονί]ο[ις ․․․․․․․․․․ |