[ ]
Phokis — Delphi — stoich. — 341-314 BC — CID 2.32
| 1 | ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, ἕκταν δόσιν, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ, βουλευ- |
| όντων Θεοαίστου, Φιλαίχμου, ἐπὶ Πειθαγόρα ἄρχοντος, ὀπωρινᾶς πυλαίας, τοῖς ναο- | |
| ποιοῖς, προστατευόντων Οἰολύκου Λαρισαίου, Τέλλη Θηβαίου, Ἐπικράτεος Ἀθηναίου, | |
| μνᾶς δύο, στατῆρας τριάκοντα· τοῦτο ἐδόθη [Κ]ε[φά]λωνι το[ῦ ξ]υλ[ί]νου ἀστέρος τοῦ παρδεί- | |
| 5 | γματος στατῆρες τέτορες, δ[ρα]χ[μ]ά· Πυθοδήμωι Ἀθηναίωι [β]ολίμου τέλος μναῖ δύο, στατῆ- |
| ρες ἴκατι πέντε, δραχμά. | |
| ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, ἑβδόμαν δόσιν, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ, βου- | |
| λευόντων Τελεσάρχου, Κορινθοτίμου, [ἐ]πὶ Ἀριστωνύμου ἄρχοντος, ὀπωρινᾶς πυλαίας, | |
| τοῖς ναοποιοῖς, προστατευόντων Φιλίππου Θηβαίου, Κλεοσιμένεος Λακεδαιμονίου, | |
| 10 | Ἱππία Πελινναιέος, μνᾶς ἑξ[ή]κοντα· ταῦται ἐδόθεν Μ[ο]λοσσῶι Ἀ[θ]ηναίωι ὅσσου ἐν ἑ[τ]έρα[ι] |
| ποτὶ τὰν δόσιν τᾶν λεοντοκεφαλᾶν. | |
| κεφαλὰ οὗ ἀπέδωκε ἁ πόλις τῶν Δελφῶν τοῖς ναοποιοῖς ἐπεὶ ἁ εἰρήνα ἐγένετο, ἀπὸ Δαμο- | |
| ξένου ἄρχοντος, ἠρινᾶς πυλαίας, εἴς τε εἰς Ἀριστώνυμον ἄρχοντα, ὀπωρινὰν πυλαίαν, | |
| πυλαιᾶν πέντε καὶ ἐπιμηνιειᾶν δυοῖν, τάλαντα ἑπτά, μναῖ ἕνδεκα, στατῆρες τέτορες, δραχμ[ά]. | |
| 15 | σύμπαντος κεφάλωμα τοῦ ἀπέδωκε [ἁ π]όλις τῶν Δελφῶν τοῖς ναοποιοῖς ἀπὸ Ἀργιλίου |
| ἄρχοντος εἴς τε εἰς Ἀριστώνυμον ἄρχοντα, ὀπωρινὰν πυλαίαν, τάλαντα ἐννέα, μνᾶς | |
| τριάκοντα ὀκτώ στατῆρας ἴκατι τέτορας, ὀβολοὺς τρεῖς, ἡμιωβέλιον. | |
| πὰρ τὰν πόλιν τῶν Δελφῶν λοιπὸν τοῖς ναοποιοῖς τάλαντα δέκα, μναῖ τριάκοντα πέντε, | |
| στατῆρες ἴκατι, ὀβολοὶ [ὀ]κτώ, ἡμιωβέλιον. | |
| 20 | ταῦτα διελογίσθη ποτὶ τοὺς ναοποιούς, ἐπὶ Χαριξένου ἄρχοντος, τᾶς ἠρινᾶς πυλαί[ας], |
| βουλευόντων Πλείστωνος Εὐφράντου, Χηρία Ἰατ[άδ]α, Ἡρακλείδ[α] Καλλί[α?], | |
| Ἀριστοκράτεος Ἀγάθιος, Εὐθυ[ρ]ρήτου Αἰσχύλου, Θράσωνος Ἐρ[υμ]άνθο[υ], | |
| Εὐθία Θοινίωνος, Δίωνος Ὀφελάνδρου, Κεφάλωνος Τιμομάχου, Θεοδώρου [Κρ]αττίδα, | |
| Τεισιβίου Νικάρχου, Κάφιος Σατύρου, Ἀρχέλα Ἄρχωνος, Ἀντικράτεος Σωκ[λ]είδα, | |
| 25 | Θυμέα Λακράτεος· γραμματεύοντος τᾶι βουλᾶι Ἐρασίππου Λυ[σ]ία· |
| προαιρετοὶ ὑπὸ τᾶς πόλιος μετὰ τᾶς [β]ουλᾶς Ἐτυμώνδας Λαρισίου, Σιμυλίων Πειθ[α]γόρα, | |
| Δάμων Ἱππία, Λυκῖνος Μεγακ<λ>έους, Ἀ[ρχ]έλας Κ[ρ]ίτωνος, Καλλι[κρ]ά[της] Καλλικλέος, | |
| [Ἀ]χαιμένης Δα[μ]αίου, Ἀγάθυλλος Αἰνησίλ[α], Φειδίας Ἁγνία, Πυθόδωρος Ἱέρου, | |
| Διοσκουρίδα[ς Ἀ]ρισταγόρα, Ἐχεκρατίδας Θεσσάλου, Θεόαιστος [Ξ]εναγόρα. | |
| 30 | παρῆν ναοπ[ο]ιοὶ τοίδε· Μολύσων Φαρσάλιος, Κεφάλων Πελιννα[ιεύς], Ἱππίας Πελιννα[ιεύς], |
| Μήδειος Λαρισαῖος, Οἰόλυκος Λαρισαῖος, Κλεόττας Περραιβός, Τιμαν[ο]ρ[ί]δ[α]ς Μακεδώ[ν], | |
| Ἐτυμώνδας Δελφός, Σιμυλίων Δελφός, Πύθων Θεσπιεύς, Μνασίων Πλαται[εύς], | |
| Πυθόδωρος Ἀθηναῖος, Ἐπιτέλης Ἀθηναῖος, Θεόφρων Ἀθηναῖος, Κ․․․․․․ Κορ[ίν]θ[ιος], | |
| Διευχίδας Μεγαρεύς, Πολυκράτης Ἀργεῖος, Ὁρμασίλας Ἀργεῖος, Ν[ο]ίων Ἀργεῖος, | |
| 35 | Δεινίας Ἀργεῖος, Φίλις Ἀργεῖος, Φίλλις Ἀργεῖος, Κράτης Σικυώνιος ․․․․․․․․․․․, |
| Εὔστρα[τ]ος Σικυώνιος, Νικήρατος Αἰγινάτας, Τράχαλος Λακεδαι[μόνιος], | |
| Κυλω[ι]άδας Λακεδαιμόνιος, Ἄντοχος Λοκρός, Εὐφάνης Τροζάνιος ․․․․․․․․․ | |
| Προεστάτευον ναοποιοὶ ὅκα ὁ λογισμὸς ἦς· Ἐτυμώνδας Δελφός, [Ἐπιτ]έλ[η]ς Ἀθ[ηναῖος], | |
| Ὁ[ρ]μασίλας Ἀργεῖος· ἐπὶ τοῖς ζυγάστροις ἐφεστάκεον καὶ τὰ [ἔ]ρ[γ]α δ[ιεξεφ]α[ί]νοντο | |
| 40 | [Μή]δειος Λαρισαῖος, Σιμυλίων Δελφός, Εὐφάνης Τροζάνιος, Τ[ιμανορίδ]ας [Μακεδών]. |
| Ἐνεφανίζθη τοῖς ἱερομνάμοσιν ὁμόλογα· παρῆν ἱερομνάμονες τοίδε· [Θεσσ]α[λῶν] | |
| Πολίτας Φαρσάλιος, [Ν]ικάσιππος Πελινναιεύς· παρὰ βασιλέω[ς] Ἀλ]ε[ξ]άνδρου | |
| Ἀρχέπολις, Ἄγιππος· Ἀλέξαρχος, Καλλίξενος Δελφοί· Δωριέω[ν] Εὔθρεισο[ς Λακε]δαιμόνιο[ς], | |
| Ἀριστομήδης Πελοποννάσιος· Ἰώνων Λυσίστρατος Ἀθηναῖος, ․․․․․․μος Χαλκιδεύ[ς]· | |
| 45 | Περραιβῶν Δολόπων Ἀριστόλας Φαλανναῖος, Ἑλλανοκ[ράτης Κτιμεν]αῖος· |
| Βοιωτῶν Ὕλιμος Θεσπιεύς, Καλλίας Πλαταιεύς· Λοκρῶν Πολυ[κλ]ῆς Ὀπο[ύντ]ιος, | |
| Τιμοκράτης Ἑσπέριος Ἀχαιῶν Μεγαλλίας Μελιταιεύς, Εὔξ[εν]ος Λα[ρι]σ[αῖος]· | |
| Μαγνήτων Σιμμίας Ὁμολιεύς, Φειδόλας Κοροφαῖος· Αἰνιάνων Εὐπόλεμος, | |
| Εὐρύας· Μαλιέων Νικάτας Λαμιεύς, Λυκόφρων Ἡρακλεώ[τα]ς. | |
| 50 | ἄλλα ὕστερον ἀπεδόθη χρήματα ἀπὸ τῶν δέκα ταλάντων, μνᾶν τριάκοντα πέντε, |
| στατήρων ἴκατι, ὀβολῶν ὀκτώ, ἡμιωβελίου· ἁ βουλὰ ἀπέδωκε τοὶ περὶ Μελάνωπον, | |
| Κλέωνα Αἰνησιδάμου, Δαμοχάρη, Αἰσχριώνδαν Ἀγέλα, Δαμοκράτη, Χαιρόλαν Ἱε- | |
| ρώνδα, Ἐχεδωρίδαν, Ξενοκλείδαν, Ἐπίαν Θεοτίμου, Χαίρωνα, Ἀρχέμηλον, | |
| Θαρρίκωνα Εὐδάμου, Θράσυν, Φιλόνικο[ν, Λ]άφιλον, τοῖς πρυτανίεσσι τοῖς ἐπὶ | |
| 55 | Πλείστωνος ἄρχοντος Δαμοκράτει, Ἀριστωνύμωι Δαμαίου, Βούλωνι, Ἀγ[ασέαι], |
| Νικάνδρωι Ἀριστίωνος, Χαρίαι Ἡρακλείδα, Ἡρακλείδαι Τιμαίου, Ἀγέλαι Παντέ[α], | |
| μνᾶς τριάκοντα· τούτας δὲ τὰς τριάκοντα μνᾶς παρέδωκαν τοὶ πρυτάνιες τοὶ ἐπὶ | |
| Πλείστωνος ἄρχοντος τοῖς πρυτανίεσσι τοῖς ἐπὶ Εὐαρχίδα ἄρχοντος, καὶ τοὶ | |
| πρυτάνιες τοὶ ἐπὶ Εὐαρχίδα ἄρχοντος ἐν τᾶι ἐκκλησίαι τῶν Δελφῶν ὡ[μ]ολόγεον | |
| 60 | παραλαβεῖν τὰ χρήματα ταῦτα πὰρ τῶν πρυτανίων τῶν ἐπὶ Πλείστωνος· τοὶ ἐπὶ Εὐαρχίδα· |
| Ἐχ[ε]μμᾶς, Ἀρχέλας, Εὔφραντος, Ἀριστείδας, Κλεόμαντις, Φιλώνδας, Σύλοχος, Ἐπιθάλης. | |
| ἄλλα ἀπέδωκε ἁ βουλὰ τοὶ περὶ Καλ[λ]ικράτη Ἀρισταγόρα, Κλεόβουλον, | |
| Ταραντῖνον Ἁγησίλα, Θεοδωρίδαν Δίκωνος, Λυσίδαμον Ἀγεστράτου, Εὐάγορον, | |
| Κρινιάδαν, Ἡρακ[λ]είδαν Τιμαίου, Πανταλέοντα Τιμοκράτεος, Ξένωνα Ἀριστοξένου, | |
| 65 | Ἀριστόξενον Πυρρία, Μένωνα Θρασέα, Ἁγησίδαμον, Ἀρχέτιμον, Κέφαλον, ἐπὶ |
| Εὐκρίτου ἄρχοντος, Ἐτυμώνδαι καὶ Σιμυλίωνι, ναοποιοῖς Δελφοῖς, | |
| μνᾶς τριάκοντα. | |
| ἄλλα ἀπέδωκε ἁ βουλὰ τοὶ περὶ Διοσκουρίδαν, Κορινθότιμον, Κλεοφάνη, Ἀγόρη, | |
| Ἀρίσταρχον, Δεινόμαχον Κρατησίχου, Πεισίθεον, Πολύξενον, Δάτυν Τιμογένευ[ς], | |
| 70 | Παλαῖον Πάτρωνος, Τείσωνα Κλεάνδρου, Πανταλέοντα Ἀλέξιος, Βούλωνα, |
| Αἰνέαν, ἐπὶ Κλεοβούλου ἄρχοντος, Ἐτυμώνδαι καὶ Σιμυλίωνι, ναοποιοῖς Δελφο[ῖς], | |
| μνᾶς τριάκοντα. | |
| ἄλλα ἀπέδωκε ἁ βουλὰ τοὶ περὶ Διοσκουρίδαν, Κορινθότιμον, Κλεοφάνη, | |
| Ἀγόρη, Ἀρίσταρχον, Δεινόμαχον Κρατησίχου, Πεισίθεον, Πολύξενον, | |
| 75 | Δάτυν Τιμογένευς, Παλαῖον Πάτρωνος, Τείσωνα Κλεάνδρου, Πανταλέοντα |
| Ἀλέξιος, Βούλωνα, Αἰνέαν, ἐπὶ Κλεοβούλου ἄρχοντος, Ἐτυμώνδαι καὶ Σιμυλίωνι, | |
| ναοποιοῖς Δελφοῖς, τάλαντον. | |
| ἄλλα ἀπέδωκε ἁ βουλὰ τοὶ περὶ Καλλικράτη Καλλικλέος, Πραξίαν, Ἀλκινείδα[ν], | |
| Ἀρίστωνα Λυντός, Ἀριστείδαν, Αὐτόλοχον, Δαμοσθένη, Ἄνδρωνα Στράτωνος, | |
| 80 | Ἐπίαν Τιμογένευς, Ξένωνα Ἐλλία, Θεόξενον Ἀν[τ]άνδρου, Ἀγασέαν, Θάρρανδρο[ν] |
| Εὐδάμου, Ἁγημονίδαν Κραττίδα, Πατροκλείδαν, ἐπὶ Μεναίχμου ἄρχοντος, | |
| Ἐτυμώνδαι καὶ Καλλικράτει, ναοποιοῖς Δελφοῖς, μνᾶς τριάκοντα. | |
| ἄλλα ἀπέδωκε ἁ βουλὰ τοὶ περὶ Δαμοχάρη, Εὐαρχίδαν Κ[ρ]ίτωνος, Νεοκλῆ, Τλάσω- | |
| ν[α] Μαχίδα, Αἰνησίδαμον Ἀλέξιος, Πάτρωνα Θρασέα, [Κ]ίμωνα, Ἄντωνα Χηρία, Καλ- | |
| 85 | λι[κ]ράτη Δάμωνος, Χαρίξενον Πρακ[λε]ίδα, Τεισίαν Λύσωνος, Φλείακα Μαχί[δα], |
| Δαμ[ο]κράτη Θεσπία, ΑΤΙΞΟΥ Αἰνησι[δ]άμου, ἐπὶ Μεναίχμου ἄρχοντος, Ἐτυμώνδαι | |
| καὶ [Κ]αλλικράτει, ναοποιοῖς Δελφο̣ῖς, μνᾶς τριάκοντα. | |
| ἄλλα [ἀ]πέδωκαν τοὶ πωλητῆρες τᾶν δεκατᾶν Πυθόδωρος, Ἡρακλείδας, Ἀλκινεί- | |
| δας, Κλευφάνης̣, Πραξίας, Εὔφραντος, ἐπὶ Θοινίωνος ἄρχοντος, βουλευόντων | |
| 90 | Ἀχαιμένευς, Πάτρωνος, Αἰσχριώνδα, Θεομνάστου, Ἀρχιάδα, Ἐτυμώνδαι καὶ Κα[λ]- |
| λικράτ[ε]ι, ναοποιοῖς Δελφοῖς, μνᾶς τριάκοντα. | |
| ἄλλα ἀπέ[δ]ωκαν τοὶ πωλητῆρες τᾶν δεκατᾶν Πυθόδωρος, Ἀλκινείδας, Κλεοφάνης, | |
| Ἡρακλείδας, Πραξίας, Εὔφραντος, ἐπὶ Λύσωνος ἄρχοντος, βουλευόντων Ἀρχέ[λα]. | |
| Κλέωνος, Πεισίλα, Δαμοστράτου, Δαμίνου, Ἐτυμώνδαι καὶ Καλλικράτει, ναοπ[οι]- | |
| 95 | οῖς Δελφο[ῖ]ς, μνᾶς τριάκοντα. |
| ἄλλα ἀπέδ[ω]κε ἁ βουλὰ τοὶ περὶ Ἐτυμώνδαν Λαρισίου, Εὔφραντον Θεοχάριος, | |
| Σύλοχον Δαμοτίμου, Ἀλκαμένη Ἀμφιστράτου, Εὐάγορον Θεοχάριος, Λάφιλον Νι- | |
| καίου, Ξένωνα Δαμάνθευς, Δάμωνα Ἀκρατήτου, Ζηνέαν Ἁγνία, Κλεόδαμον Αὐτία, | |
| Θοινίωνα Εὐθία, Ξενόφιλον Φιλομήλου, Σωτιμίδαν Κλέωνος, Ἀνάξανδρον Ξενοδά- | |
| 100 | μου, Ἐπιχαρίδ[α]ν Δίωνος, ἐπὶ Μαιμάλου ἄρχοντος, Ἐτυμώνδαι καὶ Καλλικράτει, |
| ναοποιοῖς Δε[λ]φοῖς, μνᾶς τριάκοντα. |