[ ]
Phokis — Delphi — ca. 20 AD — SEG 34.398 — Mulliez — BCH 108.1984.360-364,2
| 1 | [ἄρχοντος] ἐ̣ν Ἐλατή̣[ᾳ Ξεν]οκράτους, μ̣[ηνὸς δωδε]- |
| [κάτου, ἐν δὲ] Δελφοῖς ἄ[ρ]χοντος Ν̣εικ̣[ανδρου τοῦ] | |
| [Καλλιστρά]του, μηνὸς <Σ>εβ{ο}αστοῦ {²⁶Σεβαστοῦ}²⁶, βουλ[ευόντων] | |
| [Εὐκ]λ̣είδα τοῦ Αἰακίδα, Πολεμάρχου τ[οῦ Δάμω]- | |
| 5 | [νος], ἀπέδοτο Φίλων Φίλωνος Ἐλατ[εὺς τῷ Ἀπόλ]- |
| [λω]νι τῷ Πυθίῳ σῶμα γυναικῆον ᾧ [ὄνομα Ὠ]- | |
| [φ]ελίμα, καθὼς ἦν σύνφωνος πρὸς [τὸν πεπρα]- | |
| κ̣ότα αὐτῷ Διόδωρον Ὀρέστα, συνευα̣[ρεστέον]- | |
| τος καὶ αὐτοῦ Διοδώρου, ἐπ’ ἐλευθε[ρία̣, τι]- | |
| 10 | μᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τάν [τιμὰν] |
| ἀπέχει πᾶσαν· βεβαιωτὴρ κατὰ τοὺ[ς νό]- | |
| μους τᾶς πόλιος Εὐάγγελος Με[γάρτα], | |
| καθὼς ἐπίστευσε Ὠφελίμα τῷ θε[ῷ τὰς] | |
| ὠνάς, ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀ[νέπα]- | |
| 15 | φον ἀπὸ πάντων τὸν πάντα χρόνον· [εἰ δέ] |
| τις ἐφάπτοιτο Ὠ[φελί]μ̣ας ἐπὶ καταδ[ουλισ]- | |
| μῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν [ὠνὰν] | |
| ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμο[ίως] | |
| δὲ καὶ ὁ παρατυχὼν {κυ} κύριος ἔστω συ̣[λέ]- | |
| 20 | ων ὡς ἐλευθέραν οὖσαν Ὠφελίμαν, ἀζ[άμι]- |
| ος καὶ ἀνυπόδικος ὢν πάσας δίκας κα[ὶ ζα]- | |
| μίας· μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλων̣ος [Δι]- | |
| ονύσιος Ἀστοξένου, Δάμων Πολεμάρ- | |
| χου καὶ ὁ νεωκόρος Εὔανδρος Μεγάρτα κ̣[αὶ] | |
| 25 | προστάται Ἀριστοκλέας Φιλονείκου, Ἄρχω[ν] |
| Ἀντιγένους καὶ ἰδιῶται Ἁβρόμαχος Ξενα- | |
| γόρα, Εὐκλείδας Σώτα, Σώτηρος Κτήσωνο[ς]· | |
| Χιρόγραφον Εὐαγγέλου τοῦ Μεγάρτα· γέγονα βε̣- | |
| βαιωτὴρ κατασταθεὶς ὑπὸ Φίλωνος ἐπὶ τᾶς προ- | |
| 30 | γεγραμμένας ὠνᾶς· μάρτυρες οἱ αὐτοί· vacat |
| χιρόγραφον Φίλωνος τοῦ Φίλωνος· Ἐλατέως· ἀπο- | |
| τίθεμαι μίαν μὲν ὠνὴν εἰς τὰ δημόσια τῆς Δελφῶν | |
| πόλεως γράμματα κατὰ τὸν τῆς πόλεως νόμον διὰ το[ῦ] | |
| γραμματέως Λυσιμάχου, ἑτέραν δὲ εἰς Ἡρακλείδαν | |
| 35 | Προθύμου· μάρτυρες οἱ αὐτοί. |