[ ]
Phokis — Delphi — 40 BC-18 AD
1 | [ἄρ]χοντος Δίωνος τοῦ Ἀντιγ[ε]- |
[νεί]δα, μηνὸς Ἰλαίου, βουλευ- | |
[όν]των Λέωνος τοῦ Ξενοφάν- | |
[το]υ, Στρατάγου τοῦ Φίλωνος, | |
5 | [ἀπ]έδοντο Πολύξενος Ἄρχω- |
[νο]ς καὶ Ἁρμοδίκα Ἁρμοδίου, | |
[σ]υμπαρόντος Πολυξένωι τοῦ | |
[φρ]οντιστᾶ Πολυξένου, Ἀπόλ- | |
[λ]ωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
10 | [ο]ν ᾇ ὄνομα Σωφρόνα, τιμᾶς ἀργυ- |
ρίου μνᾶν δύο καὶ ἥμισυ, καὶ τὰν | |
[τ]ιμὰν ἔχοντι πᾶσαν· βεβαιωτὴρ κα- | |
[τ]ὰ τοὺς νόμους τᾶς πόλιος Πολέ- | |
μαρχος Δάμωνος· εἰ δέ τις ἐφ[ά]- | |
15 | πτοιτο Σωφρόνας ἐπὶ καταδου- |
λισμῶι, βέβαιον παρεχόντω τῶι θε- | |
[ῶ]ι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ | |
ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρα- | |
τυχὼν κύριος ἔστω συλέων, ἀζά- | |
20 | μιος ὢν καὶ ἀνυπόδικος πάσα[ς] |
δίκας καὶ ζαμίας· παραμεινάτω | |
δὲ Σωφρόνα Ἁρμοδίκᾳ τὸν τᾶς ζω- | |
[ᾶ]ς χρόνον, ἀνεγκλήτως ποιοῦσα τὸ δυνατὸν | |
ἔργον· εἰ δὲ μή, ἐξουσίαν ἐχέτω | |
25 | Ἁρμοδίκα ἐπιτιμέουσα αὐτᾷ· ἐ- |
[πεὶ] δέ κά τι πάθῃ Ἁρμοδίκα, ἐλευ- | |
[θέρα] ἔστω Σωφρόνα, καθὼς ἐπάν[ω] | |
[γέ]γραπται· εἰ δέ τινα γένοιτο τ[έ]- | |
[κ]να ἐξ Σωφρόνας ἐν τῷ τᾶς παρα- | |
30 | μονᾶς χρόνῳ, ἐλεύθερα ἔστωσα[ν] |
[καὶ] ποθήκοντα μηδενὶ μηδέν· μά[ρ]- | |
[τυρ]ες οἵ τε ἱρεῖς τοῦ Ἀπόλλωνος Δ[ι]- | |
[όδω]ρος Δωροθέου, Καλλίστρατος, | |
[Ἁβ]ρόμαχος καὶ ἰδιῶται Ἀριστοκλέ- | |
35 | [α]ς, Εὐκράτης, Δίων, Ἀντίφιλος. |