[ ] Phokis — Delphi — 40 BC-18 AD
1 [ἄρ]χοντος Δίωνος τοῦ Ἀντιγ[ε]-
[νεί]δα, μηνὸς Ἰλαίου, βουλευ-
[όν]των Λέωνος τοῦ Ξενοφάν-
[το]υ, Στρατάγου τοῦ Φίλωνος,
5 [ἀπ]έδοντο Πολύξενος Ἄρχω-
[νο]ς καὶ Ἁρμοδίκα Ἁρμοδίου,
[σ]υμπαρόντος Πολυξένωι τοῦ
[φρ]οντιστᾶ Πολυξένου, Ἀπόλ-
[λ]ωνι τῶι Πυθίωι σῶμα γυναικεῖ-
10 [ο]ν ᾇ ὄνομα Σωφρόνα, τιμᾶς ἀργυ-
ρίου μνᾶν δύο καὶ ἥμισυ, καὶ τὰν
[τ]ιμὰν ἔχοντι πᾶσαν· βεβαιωτὴρ κα-
[τ]ὰ τοὺς νόμους τᾶς πόλιος Πολέ-
μαρχος Δάμωνος· εἰ δέ τις ἐφ[ά]-
15 πτοιτο Σωφρόνας ἐπὶ καταδου-
λισμῶι, βέβαιον παρεχόντω τῶι θε-
[ῶ]ι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ
ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρα-
τυχὼν κύριος ἔστω συλέων, ἀζά-
20 μιος ὢν καὶ ἀνυπόδικος πάσα[ς]
δίκας καὶ ζαμίας· παραμεινάτω
δὲ Σωφρόνα Ἁρμοδίκᾳ τὸν τᾶς ζω-
[ᾶ]ς χρόνον, ἀνεγκλήτως ποιοῦσα τὸ δυνατὸν
ἔργον· εἰ δὲ μή, ἐξουσίαν ἐχέτω
25 Ἁρμοδίκα ἐπιτιμέουσα αὐτᾷ· ἐ-
[πεὶ] δέ κά τι πάθῃ Ἁρμοδίκα, ἐλευ-
[θέρα] ἔστω Σωφρόνα, καθὼς ἐπάν[ω]
[γέ]γραπται· εἰ δέ τινα γένοιτο τ[έ]-
[κ]να ἐξ Σωφρόνας ἐν τῷ τᾶς παρα-
30 μονᾶς χρόνῳ, ἐλεύθερα ἔστωσα[ν]
[καὶ] ποθήκοντα μηδενὶ μηδέν· μά[ρ]-
[τυρ]ες οἵ τε ἱρεῖς τοῦ Ἀπόλλωνος Δ[ι]-
[όδω]ρος Δωροθέου, Καλλίστρατος,
[Ἁβ]ρόμαχος καὶ ἰδιῶται Ἀριστοκλέ-
35 [α]ς, Εὐκράτης, Δίων, Ἀντίφιλος.
Search Help
Contact Us