[ ]
Phokis — Delphi — 70/69-62/1 BC
| 1 | ἄρχοντος Ἀγ[ησιλάου, μη]νὸς Ἰλαίου, βουλευόντων Πύρρο̣υ̣, Κλ[εομάντιος], |
| Νικά̣νδρου, Ἡ[ρακλείδα], ἐπὶ τοῖσδε ἀπέδοτο Σωσίχα, συνευα[ρεστ]- | |
| έοντος καὶ [τοῦ υἱοῦ Πολ]υκράτεος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σ[ῶμα γυ]- | |
| ναικεῖον ἇι [ὄνομα Εὐφρ]οσύνα ἐπ’ ἐλευ̣θ̣ερίαι τιμᾶς ἀργυρίου μν[ᾶν ὀκ]- | |
| 5 | τώ, καὶ τ[ιμὰν ἔχει π]ᾶσαν, καθὼς ἐπίστευσε Εὐφροσύνα τὰν ὠν[ὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος] |
| ἀπὸ πάντ[ων τὸν πάντ]α βίον· βεβαιωτὴρ Δωρόθεος Διοδώρου κατ̣[ὰ τὸν νόμον· εἰ δέ τις ἐφάπτοιτο Εὐφροσύνας] | |
| ἐπὶ κατα[δουλισμῶι], βέβαιον παρεχέτωσαν τὰν ὠνὰν τῶι [θεῶι ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτὴρ βεβαιούτω]· | |
| παραμ[ενέτω δὲ Εὐ]φροσύνα Σωσίχᾳ ἕως κα [ζῆι] ποιοῦσ[α τὸ ἐπιτασσόμενον· εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Σωσίχα] | |
| [ἐπιτ]ιμέο[υσα τρόπωι ὧι κ]α θέλῃ, [π]λὰ[ν] μ̣ὴ πωλέουσα· μάρτυροι [— — — — — — — — — — — — —] |