[ ] Phokis — Delphi — 325-275 BC — SEG 1.195
1                   θεοί·
Δελφοὶ ἔδωκαν Θερσαγόραι Κριτολαΐδα
Ἀμφιλόχωι ἐξ Ἄργεος, αὐτῶι καὶ ἐκγόνοις,
προξενίαν, εὐεργεσίαν, προμαντείαν,
5 προεδρίαν, ἀτέλειαν πάντων, ἐπιτιμὰν
καθάπερ Δελφοῖς καὶ τἆλλα πάντα
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις·
ἄρχοντος Ξενοκ<λ>έος, βουλευόντων
Ἀλκαμένεος, Ὀρέστα, Ἀριστομάχου, Ἀγέλα.
Search Help
Contact Us