[ ]
Phokis — Delphi — 325-275 BC — SEG 1.195
| 1 | θεοί· |
| Δελφοὶ ἔδωκαν Θερσαγόραι Κριτολαΐδα | |
| Ἀμφιλόχωι ἐξ Ἄργεος, αὐτῶι καὶ ἐκγόνοις, | |
| προξενίαν, εὐεργεσίαν, προμαντείαν, | |
| 5 | προεδρίαν, ἀτέλειαν πάντων, ἐπιτιμὰν |
| καθάπερ Δελφοῖς καὶ τἆλλα πάντα | |
| καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις· | |
| ἄρχοντος Ξενοκ<λ>έος, βουλευόντων | |
| Ἀλκαμένεος, Ὀρέστα, Ἀριστομάχου, Ἀγέλα. |