[ ]
Phokis — Delphi — 98 AD
| 1 | θεός. τύχᾳ ἀγαθᾷ. |
| ἄρχοντος ἐν Δελφοῖς Τ. Φλαουίου Σω- | |
| κλάρου, μηνὸς Ἐνδυσποιτροπίου ζ, | |
| ἐν προσκλήτῳ ἐκκλησίᾳ, δόγμα βουλῆς | |
| 5 | καὶ δήμου. ἐπειδὴ Καριστάνιος Ἰουλι- |
| ανὸς ἀνθύπατος, ἀνὴρ καλὸς κἀγαθός, τῆς | |
| τε ἄλλης Ἑλλάδος σεμνῶς καὶ ἀξιολόγως | |
| διέπει τὴν ἡγεμονίαν, καὶ τῶν τοῦ μεγίστο<υ> | |
| Αὐτοκράτορος Νέρβα Τραιανοῦ Καίσαρος Σ[ε]- | |
| 10 | [βα]στ[οῦ Γερμα]νι[κ]οῦ [πρός τε ἡμᾶ]ς καὶ τ[ὸ] |
| [ἱερὸν προσταγμάτων ἰδί]ᾳ κ[αὶ φ]ιλανθρώ- | |
| [πως καὶ εὐσεβῶς ὡς οὐδεὶ]ς ἄλλος πώποτε | |
| [ὑπακούει· ἔδοξε τῇ βουλῇ κα]ὶ τῷ δήμῳ μαρτυρῆσαι αὐτῷ | |
| [τὴν ἡμετέραν προαιρέσιν, κα]ὶ στῆσαι δὲ εἰκόνα χαλκῆν ἐν τῷ | |
| 15 | [ἐπισημοτάτῳ τοῦ ἱεροῦ] τόπῳ, δοῦναι δὲ καὶ αὐτῷ καὶ γένει |
| [πολειτείαν, καὶ προεδρί]αν αὐτῷ Πυθίοις, ἀναγορευομένου ἀεὶ | |
| [τοῦ κηρυκεύοντ]ος κήρυκος, γραφῆναι δὲ καὶ πρὸς Ἀμφικτύ- | |
| [ονας εἰς τὴν ὀπωρι]νὴν πυλαίαν ὅπως κἀκεῖνοι διά τε τὴν | |
| [πρὸς τὸν θεὸ]ν αὐτοῦ εὐσέβειαν καὶ τὴν πρὸς ἡμᾶς εὔνοιαν | |
| 20 | [τειμῶσι τα]ῖς πρεπούσαις τὸν ἄνδρα τειμαῖς, καὶ γράψωσι |
| [ὡσαύτως]· ἔδοξε δὲ καὶ τὸ ψήφισμα τοῦτο ἐνχαραχθῆναι | |
| [εἰς τὸ]ν [ἐπ]ισημότατον τοῦ ἱεροῦ <τόπον>, καὶ γραφῆναι αὐτῷ ἵνα εἰδῇ | |
| [τὴν τῆ]ς πόλεως ἡμῶν διάθεσιν. πρεσβευτὴς ᾑρέθη Μᾶρκος | |
| [Πακούι]ος Ὀπτάτος. |