[ ]
Phokis — Delphi — 66 BC
| 1 | [ἐπειδὴ Γάϊος Ὀρκώνιος Γαΐου υἱός, Ῥωμαῖος, ἀνὴρ ἀγαθὸς διατελεῖ] ὢν ὑπὲρ |
| [τοῦ δάμου, εὐσεβῶς μὲν διακείμενος ποτὶ τὸν θεὸν εὐνοϊκῶς δὲ καὶ ποτὶ] τὰν | |
| [πόλιν ἁμῶν, ἀεί τινος ἀγαθοῦ π]αραίτιος γινόμενος καὶ [κοινᾶι καὶ ἰ]δίαι τοῖς | |
| [ἐντυγχανόντοις τῶν πολιτ]ᾶν ἐν ἃ κά τις αὐτὸν παρακαλῇ, σπου[δᾶς κ]αὶ φιλοτιμί- | |
| 5 | [ας οὐθὲν ἐλλείπων· ὅπως οὖ]ν καὶ ἁ πόλις φαίνηται τιμέουσα τοὺς ἀξίους τῶν ἀν- |
| [δρῶν, ἀγαθᾶι τύχαι, δεδό]χθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Γάϊον Ὀρκώνιον Γα[ΐου] | |
| [υἱόν, Ῥωμαῖον, ἐπὶ τᾶι ποτ]ὶ τὸν θεὸν εὐσεβείαι καὶ τᾶι ποτὶ τὰν πόλιν εὐνοίαι, καὶ ὑπάρ- | |
| [χειν, αὐτῶι καὶ ἐκγόν]οις προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, | |
| [προεδρίαν ἐν τοῖ]ς ἀγ[ώ]νοις οἷς ἁ πόλις τίθητι. ἄρχοντος Ἁβρομά[χο]υ, βο[υλευό]ντων | |
| 10 | [․․․․․․․․․, Θρ]ασυκλέο[ς], Φίλωνος, Κλέωνος. |