[ ]
Phokis — Delphi — 66 BC
1 | [ἐπειδὴ Γάϊος Ὀρκώνιος Γαΐου υἱός, Ῥωμαῖος, ἀνὴρ ἀγαθὸς διατελεῖ] ὢν ὑπὲρ |
[τοῦ δάμου, εὐσεβῶς μὲν διακείμενος ποτὶ τὸν θεὸν εὐνοϊκῶς δὲ καὶ ποτὶ] τὰν | |
[πόλιν ἁμῶν, ἀεί τινος ἀγαθοῦ π]αραίτιος γινόμενος καὶ [κοινᾶι καὶ ἰ]δίαι τοῖς | |
[ἐντυγχανόντοις τῶν πολιτ]ᾶν ἐν ἃ κά τις αὐτὸν παρακαλῇ, σπου[δᾶς κ]αὶ φιλοτιμί- | |
5 | [ας οὐθὲν ἐλλείπων· ὅπως οὖ]ν καὶ ἁ πόλις φαίνηται τιμέουσα τοὺς ἀξίους τῶν ἀν- |
[δρῶν, ἀγαθᾶι τύχαι, δεδό]χθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Γάϊον Ὀρκώνιον Γα[ΐου] | |
[υἱόν, Ῥωμαῖον, ἐπὶ τᾶι ποτ]ὶ τὸν θεὸν εὐσεβείαι καὶ τᾶι ποτὶ τὰν πόλιν εὐνοίαι, καὶ ὑπάρ- | |
[χειν, αὐτῶι καὶ ἐκγόν]οις προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, | |
[προεδρίαν ἐν τοῖ]ς ἀγ[ώ]νοις οἷς ἁ πόλις τίθητι. ἄρχοντος Ἁβρομά[χο]υ, βο[υλευό]ντων | |
10 | [․․․․․․․․․, Θρ]ασυκλέο[ς], Φίλωνος, Κλέωνος. |