[ ] Phokis — Delphi — 49/8 BC
1 ἄρ[χοντος Ἀμύ]ντα τοῦ Εὐαγγέλου, [μη]νὸς Ἰλαίου, βου[λευόντων Διοδώ]-
ρου τοῦ Δωροθέου, Σωστράτου τοῦ Διονυσίου, ἀπέδοτ[ο] Ἔπ[ανδρος Ἐπάν]-
δρου, συνευαρεστέοντος καὶ τοῦ υἱοῦ Ἐπάνδρου, τῷ Ἀπόλλωνι [τῷ Πυ]-
θίῳ σῶμα γυναικεῖον ἐπ’ ἐλευθερίᾳ ᾧ ὄνομα Εὐπορία, τιμᾶς ἀργυρίου [μνᾶν]
5 τεσσάρων καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς ν[όμους]
τᾶς πόλιος Ἁβρόμαχος Ξεναγόρα. εἰ δέ τις ἐφάπτοιτο Εὐπορίας ἐ[πὶ κα]-
ταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμεν[οι]
καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέω[ν]
Εὐπορίαν ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκ[ας]
10 καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Νικόστρα-
τος Ἄρχωνος, Ξενόκριτος Μένητος, καὶ ἰδιῶται Δωρόθεος
Διοδώρου, Πολυκράτης Φιλοκράτεος, Πολυτιμίδας Ἀθάμβου, Σώτη-
ρος Ἀλεξάνδρου, Σατυρίων Σατύρου.
Search Help
Contact Us