[ ]
Phokis — Delphi — 49/8 BC
| 1 | [στραταγέοντος τ]ῶν Φω[κέω]ν Καλλίδα τοῦ Εὐξιθέου |
| [Ὑαμπολίου, ἐν] δὲ Ἀμβρ[όσ]σωι ἄρχοντος Δαμοξένου | |
| [τοῦ ․․6․․․], ἐν δὲ Δελφοῖς ἄρχοντος Ἀμύντα τοῦ Εὐ- | |
| [αγγέλο]υ, βουλευόντων Διοδώρου τοῦ Δωροθέου, Σω- | |
| 5 | [στράτο]υ τοῦ Διονυσίου, μηνὸς Ποιτροπίου, ἀπέδοτο |
| [Φιλ]λέας Ξενοκράτεος Ἀμβρόσσιος, συμπαρόντων | |
| [αὐτ]ῶι τῶν φροντιστᾶν Καλλίππου τοῦ Κλείππου Κο- | |
| [ρων]έως καὶ Εὐξιθέου τοῦ Εὐξιθέου Ὑαμπολίου, τῶι Ἀπόλ- | |
| [λ]ωνι τῶι Πυθίωι ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικεῖον ᾇ ὄνο- | |
| 10 | [μα] Σύμφορον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν |
| [ἔχε]ι πᾶσαν, καθὼς ἐπίστευσε Σύμφορον τῶι θεῶι τὰν ὠ- | |
| [νά]ν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων | |
| [τὸν] πάντα βίον. βεβαιωτῆρες Ἀμβρόσσιος μὲν Δάμων Ἀπελ- | |
| [λαί]ου, Δελφὸς δὲ Σώστρατος Διονυσίου. εἰ δέ τις ἐφάπτοιτο | |
| 15 | [Συ]μφόρου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι |
| [θε]ῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ οἱ βεβαιωτῆρες· | |
| [ὁμ]οίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων ὡς ἐλευ- | |
| [θ]έραν οὖσαν Σύμφορον, ἀζάμιος καὶ ἀνυπόδικος ὢν πά- | |
| [σ]ας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλω- | |
| 20 | νος Νικόστρατος Ἄρχωνος, Ξενόκριτος Μένητος, |
| καὶ ὁ νεωκόρος Κλεόμαντις, καὶ ὁ προστάτας Ἁβρόμαχος | |
| Ξεναγόρα, Πολυτιμίδας Ἀθάμβου, Νίκων Ἀρισταγόρα, | |
| [Ἀ]ντιφάνης Ἀρίστωνος. |