[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχ[οντο]ς Σ[τράτων]ος το[ῦ Ἰα]τ̣ά̣[δα, μηνὸς — —, βου]- |
| λευόντων Ἐ[ράτων]ος τοῦ Κλέωνος, Νικία τ̣[οῦ Κλέωνος, Κλεομάντι]- | |
| ος τοῦ Δείνωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρίστων [— — —, συν]- | |
| ευαρεστεούσας καὶ τᾶς θυγατρὸς αὐτοῦ Σωσίχας, ἐπ’ ἐλε[υθε]- | |
| 5 | ρίᾳ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ᾇ ὄνομα Διόκ[λεα], |
| τιμᾶς ἀργυ<ρ>ίου μνᾶν πέντε, καὶ τὰν τειμὰν ἔχει πᾶσαν. β[ε]- | |
| βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ἀντιγενείδας Δίων[ος]. | |
| εἰ δέ τις ἐφάπτοιτο Διοκλέας ἐπὶ καταδουλισζμῷ, βέβαιον παρεχ[έ]- | |
| τω τῶι θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ. ὡσομ[οί]- | |
| 10 | ως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Διόκλ[εαν ὡς] |
| ἐλευθέραν οὖσαν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν [πάντα] | |
| βίον, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμί[ας]. | |
| μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Λαιάδας Βαβ[ύλου], | |
| Νικόσσ<τ>ρατος Ἄρχωνος, καὶ ὁ νεωκόρος Δάμων, καὶ ἰ[διῶ]- | |
| 15 | ται Καλλίσστρατος Αἰακίδα, Βαβύλος Αἰακίδα, Ἁβρόμ[αχος Ξε]- |
| ναγόρα, Ἴστρος Κτήσωνος, Σώτηρος Ἀλεξάν[δρου]. |