[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Εὐκλείδα τοῦ Ἡ[ρα]κλείδα, μηνὸς Δαιδαφορίου, βουλευόντω[ν Ἀντιγένε]-
ος τοῦ Ἀρχία, Μένητος τοῦ Δ[ά]μωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Φίλιππος Νι[— — — τῶι Ἀ]-
πόλλωνι τῶι Πυθίωι σῶμα ἀν[δρ]εῖον οἰκογενὲς ᾧ ὄνομα Σωσίβιος, τιμᾶ[ς ἀργυρίου]
μνᾶν ὀκτὼ καὶ τὰν τιμὰν ἀπ[έ]χει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νομοὺ[ς τᾶς πόλιος]
5 Ἁβρόμαχος Ξεναγόρα, καθὼ[ς] ἐπίστευσε Σωσίβιος τῷ θεῷ τὰν [ὠνὰν ἐφ’ ᾧτε ἐ]-
λεύθερος εἶμεν καὶ ἀνέ[φα]πτος ἀπὸ πάντων τὸν πάντα χρόνον, [ποιέων ὅ κα θέλῃ]
καὶ ἀποτρέχων ᾇ κα θέ[λῃ], ποθηκὼς μηθενὶ μηθὲν μηδὲ καθ’ ὁπ[οῖον τρόπον. εἰ]
δέ τις ἐφάπτοιτο Σω[σιβίου] ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχό[ντω τῷ θεῷ τὰν]
ὠνὰν ὅ τε ἀποδόμεν[ος καὶ ὁ β]εβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχ[ὼν κύριος ἔστω]
10 συλέων Σωσίβιον ὡ[ς ἐλεύ]θερον, ἀζάμιος ὢν καὶ ἀνυπόδικος π̣[άσας δίκας καὶ]
ζαμίας. μάρτυροι ο[ἵ τε ἱερεῖς τ] οῦ Ἀπόλλωνος Καλλίστρατος Αἰα[κίδα, Ἁβρόμαχος]
Ξεναγόρα καὶ ἰδιῶ[ται Ἀριστο]κλέας Φιλονίκου, Εὐκράτης [— — — —, Πολυκρά]-
της Φιλοκράτεο[ς, ․․․c.9․․․]νος, Πρόθυμος Ἡρακλείδα [ vac.? ].
Search Help
Contact Us