[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Ἐπινίκου τοῦ Νικοστράτου, μηνὸς Θεοξενίου, βουλευ-
όντων Διοδώρου τοῦ Φιλονίκου, Τιμολέωνος τοῦ Ἐμμενίδα,
ἀπέλυσε Ἀφροδισία Μάρκου Βιβίου τᾶς παραμονᾶς Ἀντιγόναν
μηδενὶ μηδὲν ποθήκουσαν κατ<ὰ> μηδένα τρόπον, ποι<ο>ῦσα ὅ κα θέλῃ. μάρτυ-
5 ρες οἳ ἱερῖς τοῦ Ἀπόλλωνος Πολέμαρχος, Φίλων· ἰδιῶται Λέων, Νεικάνωρ, Λυσία[ς].
Search Help
Contact Us