[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχοντος Ἐπινίκου τοῦ Νικοστράτου, μηνὸς Θεοξενίου, βουλευ- |
| όντων Διοδώρου τοῦ Φιλονίκου, Τιμολέωνος τοῦ Ἐμμενίδα, | |
| ἀπέλυσε Ἀφροδισία Μάρκου Βιβίου τᾶς παραμονᾶς Ἀντιγόναν | |
| μηδενὶ μηδὲν ποθήκουσαν κατ<ὰ> μηδένα τρόπον, ποι<ο>ῦσα ὅ κα θέλῃ. μάρτυ- | |
| 5 | ρες οἳ ἱερῖς τοῦ Ἀπόλλωνος Πολέμαρχος, Φίλων· ἰδιῶται Λέων, Νεικάνωρ, Λυσία[ς]. |