[ ]
Phokis — Delphi — undated
| 1 | [ἄρχοντος Με]λι[σίω]νος, [μηνὸς ․c.6․․, βουλευό]ντων Ἀ[ρισ]- |
| [τοκλέα τ]οῦ Φιλονίκου, Ἀντι[φίλου τ]οῦ [Γοργίλου, ἀ]πέδοτο Ἀ[φρο]- | |
| δισ[ία] Μάρκου Βιβίου τῷ Ἀπόλ<λ>ω[νι τῷ] Πυθί[ω σῶμα γ]υναικῖον ᾇ [ὄνο]- | |
| μα Ἀντιγόνα τιμᾶς ἀργυρίου μνᾶν τ̣[ριῶν καὶ τ]ὰν̣ τιμὰν ἀ[πέ]- | |
| 5 | χι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τ[ᾶς πόλιος] Εὐκλίδας Ἡρα[κλίδα]. |
| παραμινάτω δὲ Ἀντιγόνα Ἀφροδισίᾳ ἕ̣ως [κα ζῇ, πο]ιοῦσα τὸ ἐπ[ιτασ]- | |
| σόμενον τὸ δυνατὸν. ἐὰν δὲ μὴ ποιῇ τὸ ἐπιτασσόμενον Ἀντιγό[να], | |
| ἐξουσίαν ἐχέτω Ἀφροδισία ἐπιτιμέουσα τρόπῳ ᾧ κα θέλῃ. μάρτυρ[οι] | |
| οἵ τε εἱερῖς τοῦ Ἀπόλλωνος Καλλίστρατος Αἰακίδα, Διόδωρος [Δω]- | |
| 10 | ροθέου· Λυσίμαχος Νικάνορος, Νικάνωρ Λυσιμάχου, Πολέμαρ[χος Δά]- |
| μωνος, Ὀρέστας Πάσωνος. |