[ ] Phokis — Delphi — undated
1 [ἄρχον]τος Καλλιστράτου τοῦ Αἰακίδα, μηνὸς Ποιτροπίου, βουλευ-
[όντων Με]λισσίωνος τοῦ Διονυσίου, Κλέωνος τοῦ Δάμωνος, Σωτύλου
[τοῦ Σωστ]ράτου, ἀπέδοτο Νικόβουλος Ἀρχιδάμου τῶι Ἀπόλλωνι τῶι
[Πυθίωι ἐπ’ ἐ]λευθερίᾳ σῶμα ἀνδρεῖον παιδάριον ᾧ ὄνομα Θεόδωρος,
5 [τὸ γένος οἰκ]ογενές, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει
[πᾶσαν. βε]βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Εὐκράτης Λαμένε-
[ος, καθὼς ἐ]πίστευσε Θεόδωρος τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ᾧτε ἐλεύθερος
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, καὶ μένων καὶ
ἀποτρέχοντα ᾇ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Θεοδώρου ἐπὶ κατα-
10 δουλισμῷ, κύριος ἔστω ὁ παρατυχὼν συλέων Θεόδωρον ἐπ’ ἐλευθε-
[ρ]ίᾳ, καὶ ὁ βεβαιωτὴρ βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνάν. μάρτυρες
οἵ τε ἱερεῖς τοῦ Ἀπόλωνος Νικόστρατος Ἄρχωνος, Καλλίστρατος Αἰα-
κίδα, καὶ ὁ προστάτας Εὐκλείδας Καλλία, καὶ ἰδιῶται Πολυτιμίδας Ἀ-
θάμβου, Κλεοξενίδας Ἀθανίωνος, Ἁβρόμαχος Ξεναγόρα, Πολέμαρ-
15 χος Δάμωνος, Ἀντιγένης Ἀρχία.
Search Help
Contact Us