[ ]
Phokis — Delphi — undated
| 1 | [ἄρχον]τος Καλλιστράτου τοῦ Αἰακίδα, μηνὸς Ποιτροπίου, βουλευ- |
| [όντων Με]λισσίωνος τοῦ Διονυσίου, Κλέωνος τοῦ Δάμωνος, Σωτύλου | |
| [τοῦ Σωστ]ράτου, ἀπέδοτο Νικόβουλος Ἀρχιδάμου τῶι Ἀπόλλωνι τῶι | |
| [Πυθίωι ἐπ’ ἐ]λευθερίᾳ σῶμα ἀνδρεῖον παιδάριον ᾧ ὄνομα Θεόδωρος, | |
| 5 | [τὸ γένος οἰκ]ογενές, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει |
| [πᾶσαν. βε]βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Εὐκράτης Λαμένε- | |
| [ος, καθὼς ἐ]πίστευσε Θεόδωρος τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ᾧτε ἐλεύθερος | |
| εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, καὶ μένων καὶ | |
| ἀποτρέχοντα ᾇ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Θεοδώρου ἐπὶ κατα- | |
| 10 | δουλισμῷ, κύριος ἔστω ὁ παρατυχὼν συλέων Θεόδωρον ἐπ’ ἐλευθε- |
| [ρ]ίᾳ, καὶ ὁ βεβαιωτὴρ βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνάν. μάρτυρες | |
| οἵ τε ἱερεῖς τοῦ Ἀπόλωνος Νικόστρατος Ἄρχωνος, Καλλίστρατος Αἰα- | |
| κίδα, καὶ ὁ προστάτας Εὐκλείδας Καλλία, καὶ ἰδιῶται Πολυτιμίδας Ἀ- | |
| θάμβου, Κλεοξενίδας Ἀθανίωνος, Ἁβρόμαχος Ξεναγόρα, Πολέμαρ- | |
| 15 | χος Δάμωνος, Ἀντιγένης Ἀρχία. |