[ ]
Phokis — Delphi — undated — SGDI 2114
| 1 | ἄρχοντος Διοκλέος τοῦ Φιλιστίωνος, μηνὸς Θεοξενίο[υ, βουλε]υόντων Λαιάδα τοῦ Μελισίω- |
| νος, Νίκωνος τοῦ Νικαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐρώπα Σωσία συν[ευδοκέ]οντος αὐτᾷ καὶ | |
| τοῦ ἀνδ<ρ>ὸς Ἐπαγάθου τοῦ Ἐπαγάθου, | |
| τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ κοράσιον ᾇ ὄνομα Δόξ[α, τ]ιμᾶς ἀργυρίου μ<ν>ᾶν τριῶν καὶ τὰν τιμὰν ἔχω πᾶσαν. | |
| 5 | βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Αἰακίδας Εὐκλίδα καθὼς ἐπίστευσε Δόξα τῷ θ[ε]ῷ τὰν ὠνὰν ἐφ’ ᾧτε ἐλευθέραν ἶμεν καὶ ἀνέφαπτος ἀπὸ |
| πάντων τὸν πάντα χρόνον. παραμινάτω δὲ Δόξα Εὐρώπᾳ ποιοῦσα πᾶν τὸ ἐπιτασ[σόμε]νον, ἐξουσίαν δ’ ἐχέτω Εὐρώπα ἐπιτιμέουσα | |
| [․․]τρόπῳ ᾧ κα θέλῃ. ἐπὶ δέ κά τι ἀνθρώπινον γένηται περὶ Εὐρώπαν, ἐλευ[θέρα ἔστ]ω Δόξα μηθενὶ μηθὲν ποθήκουσα κατὰ μηθέ- | |
| [να τρό]πον. εἰ δέ [τις ἐ]φάπτοιτο Δόξας ἐπὶ κατα[δουλισ]μῷ, βέβαιον παρεχόντω τ[ῷ θεῷ τὰν] ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. | |
| [ὁμοίως δὲ καὶ ὁ παρατυγ]χάνων {ν} κύ[ριος ἔστω συλέων Δόξαν ὡς ἐλευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος π]άσας δί[κα]ς |