[ ]
Phokis — Delphi — ca. 154 BC
1 | [θ]εὸς τύχαν. |
[ἔδο]ξ̣ε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελεί[ωι σὺμ] | |
[ψάφ]οις ταῖς [ἐ]ννόμοις· ἐπειδὴ Ὀπούντιοι καὶ ἐν τ̣[οῖς] | |
[ἔμπ]ροσ[θ]εν χρόνοις εὔνοοι ὄντες διατετελέκα[τι] | |
5 | ποτὶ τὰν πόλιν ἁμῶν καὶ νῦν ἀποσταλείσας ποτ’ [αὐ]- |
τοὺς πρεσ̣βείας ὑπὸ τᾶς πόλιος, ὅπως ἕλωνται δικα- | |
σ̣τὰς ἄνδρας τρεῖς οἵτινες παραγενόμενοι ποθ’ ἁ̣[μὲ] | |
ποιή̣σωνται τὰς κρίσεις μετὰ παντὸς τοῦ δικαίου, | |
τόν τε πρεσβευτὰν ποτεδέξαντο φιλανθρώπως καὶ | |
10 | περὶ ὧν παρεκάλει ὑπακούσαντες, τᾶς τε ἐξ ἀρχᾶς [ὑ]- |
παρχούσας αὐτοῖς ποτὶ τὰν πόλιν αἱρέσιος ἀπολογισ- | |
μὸν ἐποιήσαντο καὶ δικαστὰς ἀπέστειλαν Σωσθέ- | |
νην Ἅρμωνος, Θάρσηνα Ἀρμένου, Αἰνήσωνα Βουλίκου κα[ὶ] | |
γραμματῆ Μενέσταν Πολεμάρχου· παραγενόμενοι | |
15 | δὲ οὗτοι τάν τε ἐπιδαμίαν καὶ ἀναστροφὰν ἐποιή- |
σαντο ἀξίως τῶν τε ἐξαποστειλάντων αὐτοὺς κα[ὶ] | |
τᾶς ἁμετέρας πόλιος καὶ τῶν ἐνκλημάτων τὰ μὲν ἔ- | |
[κ]ριναν, τὰ δὲ διέλυσαν, πλεῖστον λόγον ποιεύμενοι τᾶς | |
τε ποτὶ τοὺς θεοὺς εὐσεβείας καὶ τοῦ δικαίου καὶ συμ- | |
20 | [φ]έ̣ρ̣οντος π[ᾶ]σι Δελφοῖς· δεδόχθαι τᾶι πόλει, ἐπαινέ- |
σαι μὲν τὰν [π]όλιν τῶν Ὀπουντίων ἐπὶ τᾶι ἀποστο<λ>ᾶι | |
[τ]ῶν ἀνδρῶν, ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰς Σωσθέ- | |
ν̣ην Ἅρμω[ν]ος, Θάρσηνα Ἀρμένου, Αἰνήσωνα Βουλίκου καὶ | |
τὸν γραμματ[έ]α Μεν[έ]σταν Πολεμάρχου καὶ στεφανῶ- | |
25 | σαι αὐτο[ὺ]ς δάφναι στεφάνωι καθὼς πάτριόν ἐστι |
Δελφοῖς, ὑπάρχεν [δ]ὲ αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, | |
ἰσοπ̣ο[λιτ]ε̣ίαν, προμαντείαν, ἀσυλίαν, ἀτέλειαν, προ- | |
εδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ | |
τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ- | |
30 | γέταις τᾶς πόλιο[ς]· ἀποστεῖλαι δὲ αὐτοῖς καὶ τοὺς |
ἐπιδαμι[ορ]γ̣οὺς Ἀντιγένη καὶ Μνασί{σ}θεον {²⁶Μνασίθεον}²⁶ ξένια τὰ | |
μέγιστα{τα} ἐκ τῶν νόμων. ἄρχοντος Φιλοκράτεος, | |
βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ξένωνος | |
τοῦ Φιλοκράτεος, Ἀστο[ξ]ένου. Ἀριστίωνος. |