[ ]
Phokis — Delphi — ca. 154 BC
| 1 | [θ]εὸς τύχαν. |
| [ἔδο]ξ̣ε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελεί[ωι σὺμ] | |
| [ψάφ]οις ταῖς [ἐ]ννόμοις· ἐπειδὴ Ὀπούντιοι καὶ ἐν τ̣[οῖς] | |
| [ἔμπ]ροσ[θ]εν χρόνοις εὔνοοι ὄντες διατετελέκα[τι] | |
| 5 | ποτὶ τὰν πόλιν ἁμῶν καὶ νῦν ἀποσταλείσας ποτ’ [αὐ]- |
| τοὺς πρεσ̣βείας ὑπὸ τᾶς πόλιος, ὅπως ἕλωνται δικα- | |
| σ̣τὰς ἄνδρας τρεῖς οἵτινες παραγενόμενοι ποθ’ ἁ̣[μὲ] | |
| ποιή̣σωνται τὰς κρίσεις μετὰ παντὸς τοῦ δικαίου, | |
| τόν τε πρεσβευτὰν ποτεδέξαντο φιλανθρώπως καὶ | |
| 10 | περὶ ὧν παρεκάλει ὑπακούσαντες, τᾶς τε ἐξ ἀρχᾶς [ὑ]- |
| παρχούσας αὐτοῖς ποτὶ τὰν πόλιν αἱρέσιος ἀπολογισ- | |
| μὸν ἐποιήσαντο καὶ δικαστὰς ἀπέστειλαν Σωσθέ- | |
| νην Ἅρμωνος, Θάρσηνα Ἀρμένου, Αἰνήσωνα Βουλίκου κα[ὶ] | |
| γραμματῆ Μενέσταν Πολεμάρχου· παραγενόμενοι | |
| 15 | δὲ οὗτοι τάν τε ἐπιδαμίαν καὶ ἀναστροφὰν ἐποιή- |
| σαντο ἀξίως τῶν τε ἐξαποστειλάντων αὐτοὺς κα[ὶ] | |
| τᾶς ἁμετέρας πόλιος καὶ τῶν ἐνκλημάτων τὰ μὲν ἔ- | |
| [κ]ριναν, τὰ δὲ διέλυσαν, πλεῖστον λόγον ποιεύμενοι τᾶς | |
| τε ποτὶ τοὺς θεοὺς εὐσεβείας καὶ τοῦ δικαίου καὶ συμ- | |
| 20 | [φ]έ̣ρ̣οντος π[ᾶ]σι Δελφοῖς· δεδόχθαι τᾶι πόλει, ἐπαινέ- |
| σαι μὲν τὰν [π]όλιν τῶν Ὀπουντίων ἐπὶ τᾶι ἀποστο<λ>ᾶι | |
| [τ]ῶν ἀνδρῶν, ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰς Σωσθέ- | |
| ν̣ην Ἅρμω[ν]ος, Θάρσηνα Ἀρμένου, Αἰνήσωνα Βουλίκου καὶ | |
| τὸν γραμματ[έ]α Μεν[έ]σταν Πολεμάρχου καὶ στεφανῶ- | |
| 25 | σαι αὐτο[ὺ]ς δάφναι στεφάνωι καθὼς πάτριόν ἐστι |
| Δελφοῖς, ὑπάρχεν [δ]ὲ αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, | |
| ἰσοπ̣ο[λιτ]ε̣ίαν, προμαντείαν, ἀσυλίαν, ἀτέλειαν, προ- | |
| εδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ | |
| τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ- | |
| 30 | γέταις τᾶς πόλιο[ς]· ἀποστεῖλαι δὲ αὐτοῖς καὶ τοὺς |
| ἐπιδαμι[ορ]γ̣οὺς Ἀντιγένη καὶ Μνασί{σ}θεον {²⁶Μνασίθεον}²⁶ ξένια τὰ | |
| μέγιστα{τα} ἐκ τῶν νόμων. ἄρχοντος Φιλοκράτεος, | |
| βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ξένωνος | |
| τοῦ Φιλοκράτεος, Ἀστο[ξ]ένου. Ἀριστίωνος. |