[ ] Phokis — Delphi — ca. 154 BC
1 [θ]εὸς τύχαν.
[ἔδο]ξ̣ε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελεί[ωι σὺμ]
[ψάφ]οις ταῖς [ἐ]ννόμοις· ἐπειδὴ Ὀπούντιοι καὶ ἐν τ̣[οῖς]
[ἔμπ]ροσ[θ]εν χρόνοις εὔνοοι ὄντες διατετελέκα[τι]
5 ποτὶ τὰν πόλιν ἁμῶν καὶ νῦν ἀποσταλείσας ποτ’ [αὐ]-
τοὺς πρεσ̣βείας ὑπὸ τᾶς πόλιος, ὅπως ἕλωνται δικα-
σ̣τὰς ἄνδρας τρεῖς οἵτινες παραγενόμενοι ποθ’ ἁ̣[μὲ]
ποιή̣σωνται τὰς κρίσεις μετὰ παντὸς τοῦ δικαίου,
τόν τε πρεσβευτὰν ποτεδέξαντο φιλανθρώπως καὶ
10 περὶ ὧν παρεκάλει ὑπακούσαντες, τᾶς τε ἐξ ἀρχᾶς [ὑ]-
παρχούσας αὐτοῖς ποτὶ τὰν πόλιν αἱρέσιος ἀπολογισ-
μὸν ἐποιήσαντο καὶ δικαστὰς ἀπέστειλαν Σωσθέ-
νην Ἅρμωνος, Θάρσηνα Ἀρμένου, Αἰνήσωνα Βουλίκου κα[ὶ]
γραμματῆ Μενέσταν Πολεμάρχου· παραγενόμενοι
15 δὲ οὗτοι τάν τε ἐπιδαμίαν καὶ ἀναστροφὰν ἐποιή-
σαντο ἀξίως τῶν τε ἐξαποστειλάντων αὐτοὺς κα[ὶ]
τᾶς ἁμετέρας πόλιος καὶ τῶν ἐνκλημάτων τὰ μὲν ἔ-
[κ]ριναν, τὰ δὲ διέλυσαν, πλεῖστον λόγον ποιεύμενοι τᾶς
τε ποτὶ τοὺς θεοὺς εὐσεβείας καὶ τοῦ δικαίου καὶ συμ-
20 [φ]έ̣ρ̣οντος π[ᾶ]σι Δελφοῖς· δεδόχθαι τᾶι πόλει, ἐπαινέ-
σαι μὲν τὰν [π]όλιν τῶν Ὀπουντίων ἐπὶ τᾶι ἀποστο<λ>ᾶι
[τ]ῶν ἀνδρῶν, ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰς Σωσθέ-
ν̣ην Ἅρμω[ν]ος, Θάρσηνα Ἀρμένου, Αἰνήσωνα Βουλίκου καὶ
τὸν γραμματ[έ]α Μεν[έ]σταν Πολεμάρχου καὶ στεφανῶ-
25 σαι αὐτο[ὺ]ς δάφναι στεφάνωι καθὼς πάτριόν ἐστι
Δελφοῖς, ὑπάρχεν [δ]ὲ αὐτοῖς καὶ ἐκγόνοις προξενίαν,
ἰσοπ̣ο[λιτ]ε̣ίαν, προμαντείαν, ἀσυλίαν, ἀτέλειαν, προ-
εδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ
τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ-
30 γέταις τᾶς πόλιο[ς]· ἀποστεῖλαι δὲ αὐτοῖς καὶ τοὺς
ἐπιδαμι[ορ]γ̣οὺς Ἀντιγένη καὶ Μνασί{σ}θεον {²⁶Μνασίθεον}²⁶ ξένια τὰ
μέγιστα{τα} ἐκ τῶν νόμων. ἄρχοντος Φιλοκράτεος,
βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ξένωνος
τοῦ Φιλοκράτεος, Ἀστο[ξ]ένου. Ἀριστίωνος.
Search Help
Contact Us