[ ]
Phokis — Delphi — ca. 100 BC — SGDI 2111
| 1 | ἄρχοντος Πάτρωνος μηνὸς Ἀμαλίου, βουλευόντων τὰν δευτέ- |
| ραν ἑξάμηνον Δάμωνος, Ἀριστοκλέος, γραμματεύοντος δὲ βου- | |
| λᾶς Θεοχάριος, ἀπέδοτο Ξ̣έ̣νων Πολύωνος, συνευδοκέοντος καὶ | |
| τοῦ υἱοῦ αὐτοῦ Σωστράτου, τῶι Ἀπόλλωνι σῶμα γυναι- | |
| 5 | κεῖον ἇι ὄνομα Σύνετον τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν |
| τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν· βεβαιωτὴρ κατὰ τὸν νόμον | |
| τᾶς πόλιος· Ξενότιμος Ἄνδρωνος· ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν | |
| Σύνετον καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. εἰ δέ | |
| τις ἐφάπτοιτο Συνέτου ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ πα- | |
| 10 | ρατυχὼν συλέων ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ἐὼν ὁ |
| συλέων καὶ ἀνυπ[ό]δικος πάσας δίκας καὶ ζαμίας. | |
| μάρτυροι· οἱ ἱρεῖς τοῦ Ἀπόλλωνος Ἁγίων Πολυκλεί- | |
| του, Πυρρίας, ἰδιῶται Φαῖνις, Σωτύλος, Σώστρατος, | |
| [Θεόχ]αρις, Κλέων. |