[ ]
Phokis — Delphi — ca. 100 BC — SGDI 2110
| 1 | ἄρχ[ον]τος Πάτρωνος τοῦ Ἀριστοβούλου μηνὸς [Ποιτ]ροπίου, βου- |
| λευόντων τὰν πρώταν ἑξάμηνον Ἄρχωνος, Ἀρίστωνος, γραμ[μα]- | |
| τεύοντος δὲ βουλᾶς Μνάσωνος, [ἐπὶ] τοῖσδε ἀπέδοντο Στράτων | |
| καὶ [Λ]υσίμαχος οἱ Νικάνορος, συνευδοκεούσας καὶ τᾶς ματέρος αὐ- | |
| 5 | τῶν Ἡραιΐδος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σώπο- |
| λις τὸ γένος Σαρμάταν, τιμᾶς ἀργ[υρίου] μνᾶν πέντε καὶ ἡμιμ[ναί]ου, | |
| καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σώπολις τῶι θεῶ[ι] | |
| τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλ[εύ]θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸ[ν] | |
| πάντα βίον· βεβαιωτὴρ κατὰ τὸν νόμον· Φίλων Φιλ[ά]γρου· ἐφ’ | |
| 10 | ὧιτε ἐλεύθερον εἶμεν Σώπολιν. παραμεινάτω δὲ Σώπολις |
| παρὰ Στράτωνα καὶ Λυσίμαχον ἔτη ἓξ μετὰ τὰν Πάτρωνος ἀρχὰν | |
| ποιῶν τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ | |
| ποιέοι ἢ μὴ παραμένοι, ἐξ[ο]υσίαν ἐχόντω Στράτων καὶ Λυσί[μ]αχο[ς] | |
| ἐπιτιμέοντες Σωπόλει τρόπωι ὧι κα θέλωντι. ἐπεὶ δέ κα διέλθωντ[ι] | |
| 15 | [τὰ ἓξ ἔτη] ἀνεγκλήτως, ἐλεύθερος ἔστω Σώπολις καὶ ἀποτρεχέ- |
| τω οἷς κα θέλη. εἰ δέ τις ἐφάπτοιτο Σωπόλιος ἐπὶ καταδουλισμῶι, βέ- | |
| βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιω- | |
| τήρ. κύριος δὲ ἔστω ὁ παρατυχὼν συλέων Σώπολιν ὡς ἐλεύθερον ὄντα | |
| ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ | |
| 20 | ἱερεῖς τοῦ Ἀπόλλωνος Ἁγίων Πολυκλείτου, Πυῤῥίας Ἀρχελάου, ἰδιῶται |
| Ἐμμενίδας, Δαμένης, Πολέμαρχος, Φαῖνις Γοργίλου, Ἡρακλείδας. |