[ ]
Phokis — Delphi — ca. 68 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Ἀγίωνος τοῦ Δρομο- |
κλείδα, μηνὸς Ἀπελλαίου, ἐν δὲ Ἀμφίσαι Ἀγασιδάμου τοῦ | |
Ἀριστάρχου, μηνὸς Πανάμου, βουλευόντων | |
Ἁβρομάχου, Πολυτειμίδα, Ἐυκλείδα, Στράτωνος, | |
5 | ἐπὶ τοῖσδε ἀπέδοντο Εὐβίοτος καὶ Καλλίξενος |
οἱ Καλλιξένου Ἀμφισεῖς τῶι Ἀπόλωνι τῶι Πυ- | |
θίωι σῶμα ἀν[δ]ρεῖον ὧ ὄνομα Ἀπολλώνιος τὸ γένος | |
οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν πέντε, | |
καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βεβαιωτὴρ{ες} Δελ- | |
10 | φὸς Στρ<ά>ταγος Φίλωνος 〚— — — — —〛 |
〚— —〛 ἐφ’ ὧτε ἐλεύθερον εἶμεν Ἀπολλώνιον | |
καὶ ἀνέφαπτον ἀπὸ πάντων ποιοῦντα ὅ κα θέ- | |
λη καὶ ἀποτρέχοντα ἇ κα θέλη. εἰ δέ τις ἐφάπτοι- | |
το Ἀπολλωνίου ἐπὶ καταδουλισμῶ, κύρ̣ιος̣ ἔστ[ω] | |
15 | ὁ παρατυχὼν συλέων ὡς ἐλεύθερον ἀζάμιος ὢν πά- |
σας δίκας κα<ὶ> ζαμίας, καὶ οἱ βεβαιωτῆρ̣ες βεβαιόντω | |
καὶ οἱ ἀποδόμενοι βέβαιον παρεχόντω τῶι θεῶι | |
τὰν ὠνάν. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθ[ί]- | |
ου Ἐμμενίδας, Λαιάδας, ἰδιῶται Πύρρος, Ἐράτων, Φιλι- | |
20 | στίων. |