[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος <Σ>ωσιπάτρου, μηνὸς Ἰλαίου, βου<λ>ευόντων |
τὰν δευτέραν ἑξάμηνον Πάσωνος τοῦ Δαμέ[νε]- | |
ος, Ἀμύντα τοῦ Εὐδώρου, Ξένωνος τοῦ Πολύωνος, | |
ἐπὶ τοῖσδε ἀπέδοτο Δαμοσθένης Ἄρχωνος, | |
5 | συνευδοκεούσας καὶ τᾶ[ς θ]υγατέρος αὐτ[οῦ] |
Κλέας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
κῆον ἇι ὄνομα Ζωπύρα τὸ γένος ἐνγενῆ τιμᾶς ἀργυρί- | |
ου μνᾶν πέντε καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- | |
σε Ζωπύρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν | |
10 | καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον ποιέ- |
ουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. β̣ε̣βαιω- | |
τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Δαμοφάνης Ἀρίστω- | |
νος. εἰ δέ τις ἐφάπτοιτο Ζωπύρας ἐπὶ καταδουλισμῶι, | |
β̣έβαι̣ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο- | |
15 | δό̣μ̣ενος Δαμοσθένης καὶ ὁ βεβαιωτὴρ Δαμοφάνης. |
εἰ δὲ μὴ παρέχοιν β[έβ]αιον τῶι θεῶι τὰν [ὠ]νάν, | |
πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλι- | |
ος, ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι | |
ἐόντων συλέοντες Ζ̣ωπύραν ὡς ἐλευθέραν ἐ- | |
20 | οῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πά- |
σας δίκας καὶ ζαμίας. μάρτυροι τ̣οὶ ἱερεῖς | |
τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἄρχων καὶ ὁ | |
νεωκόρος Εὐκλῆς καὶ τοὶ ἄρχοντες Ἀ- | |
μύντας καὶ Πάσων καὶ Ξένων καὶ ἰ- | |
25 | διῶται Καλλίας ΙΛ․․․ |
Δίωνος, | |
Ἀμύντας, Πυρρίας Ἀρχε- | |
λάου, Κλεύδαμος Πολυκράτε- | |
ος, <Σ>ωτύλος, Τείμων, Τιμόκριτος. |