[ ]
Phokis — Delphi — 159/8 BC
1 | ἄρχοντος Ἀμφιστράτου, μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κλέων Δαμοσθένεος |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀριστοκράτεια, τιμᾶς ἀργυρίου | |
μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀριστοκράτεια τῶι θεῶι τὰν | |
ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον ποιέουσα | |
5 | ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα αὐτὰ θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Ἄρχων |
Νεικοβούλου. εἰ δέ τίς κα ἅπτηται Ἀριστοκρατείας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων | |
τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Κ̣λέων καὶ ὁ βεβαιωτὴρ Ἄρχ̣ων κατὰ τὸν νόμον τᾶς πό- | |
λιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἀριστοκράτειαν ὡς ἐ- | |
λ̣ευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πα vacat |