[ ] Phokis — Delphi — 159/8 BC
1 ἄρχοντος Ἀμφιστράτου, μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κλέων Δαμοσθένεος
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀριστοκράτεια, τιμᾶς ἀργυρίου
μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀριστοκράτεια τῶι θεῶι τὰν
ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον ποιέουσα
5 ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα αὐτὰ θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Ἄρχων
Νεικοβούλου. εἰ δέ τίς κα ἅπτηται Ἀριστοκρατείας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων
τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Κ̣λέων καὶ ὁ βεβαιωτὴρ Ἄρχ̣ων κατὰ τὸν νόμον τᾶς πό-
λιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἀριστοκράτειαν ὡς ἐ-
λ̣ευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πα    vacat
Search Help
Contact Us