[ ]
Phokis — Delphi — ca. 160 BC
| 1 | ἄρχοντος Ἀμφιστράτου, [μη]νὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέ- |
| δοντο Δάμων καὶ Ἀτεισίδας οἱ Ξένωνος ὑοὶ τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σῶσος, τὸ γένος Σύρος, | |
| τιμᾶς ἀργυ[ρ]ίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς | |
| 5 | ἐπίστευ̣σ̣ε̣ Σῶσος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶ- |
| μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον ποιέων ὅ κα θέλη̣ καὶ | |
| ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Ἀριστό- | |
| βουλος Πάτρωνος. εἰ δέ τίς κα ἅπτηται Σώσου ἐπὶ καταδουλισμῶι, βέβαιον | |
| π[α]ρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Δάμων καὶ Ἀτεισίδας | |
| 10 | καὶ ὁ βεβαιωτὴρ Ἀριστόβουλος Πάτρωνος κατὰ τὸν νόμον τᾶς πόλιος, ὁμοί- |
| ως δὲ καὶ οἱ παρατυρχάνοντες κύριοι ἐόντων συλέοντες Σῶσον ὡς ἐλεύθε- | |
| ρον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες τοὶ | |
| ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Αἰακίδας, Ἰατάδας, | |
| Καλλιγένης καὶ ἰδιῶται Ἡρακλείδας Καλλία, Ἀνδρομένης Βαβύλου, Ξεναγόρας | |
| 15 | Εὐκλείδα, Ἀλέξανδρος Ἀπολλωνίου, Τιμόκριτος, Σωδαμίδας, Φίλαγρος Διοδώρου, |
| Βαβύλος Αἰακίδα. |