[ ] Phokis — Delphi — ca. 139 BC
1 ἄρχοντος Σωσιπάτρου τοῦ Αἰακίδα, μηνὸς Θευξενίου, βουλευόντων τὰν
{τὰν} δευτέραν ἑξάμηνον Πάσωνος τοῦ Δαμένεος, Ἀμύντα τοῦ Εὐδώρου, γραμμα-
τεύοντος δὲ Ξένωνος τοῦ Πολύωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Μιθριδάτης Μιθριδά[τ]α̣
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Γλαυκίας, τὸ γ̣ένος Δάρδανον,
5 τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν [ἔ]χει πᾶσαν, καθὼς ἐπίστευσε Γλαυκίας
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν
πάντα βίον ποιέων ὅ κα θέλη καὶ ἀποτρέχω̣ν οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νό-
μους τᾶς πόλιος Πάσων Δαμένεος. εἰ δέ̣ τις ἅπτοιτο Γλαυκία ἐπὶ καταδουλισ-
[μ]ῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν̣ ὅ τε ἀποδόμενος Μιθριδάτης
10 [κ]α[ὶ] ὁ βεβαιωτὴρ Πάσων. εἰ δὲ μὴ παρέχοιν β̣έ̣βαιον τῶι θεῶι τὰν ὠνά[ν], πράκ̣τι-
μοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχά-
νοντες κύριοι ἐόντων συλέοντες Γλαυκίαν ὡς ἐλεύθερον ἐόντα
ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας.
παραμινάτω δὲ Γλαυκίας παρὰ Μιθριδάτην ἄχρι οὗ κα ζώη Μιθριδάτης
15 ποιέων τὸ ποτιτασσόμε<ν>ον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ
δὲ μὴ ποιέοι ἤ μή παραμένοι Γλαυκίας παρὰ Μιθριδάτην, ἐξουσίαν ἐχέ-
τω Μιθριδάτης ἐπιτιμῆν Γλαυκίαν τρόπωι ὧι κα αὐτὸς θέλη πλὰν μὴ
πωλεῖν. εἰ δέ τι ἀνθρώπινον γένοιτο περὶ Μιθριδάτην, ἐλεύθερος ἔ-
στω Γλαυκίας καθὼς ἐπάνω γέγραπται καὶ λαβέτω τὰ ὑπάρχον-
20 τα Μιθριδάτα Γλαυκίας πάντα καὶ τὰ ποτὶ γᾶν νομιζόμενα ποιησάτω
Γλαυκίας Μιθριδάτα πάντα καθὼς νομίζεται. μάρτυροι τοὶ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Ἄρχων, Ἄθαμβος, καὶ οἱ ἄρχοντες Πάσων, Ἀμύντας, Ξένων, καὶ ἰδιῶται
Τιμόκριτος [— — — — — — —].
Search Help