[ ]
Phokis — Delphi — ca. 139 BC
| 1 | ἄρχοντος Σωσιπάτρου τοῦ Αἰακίδα, μηνὸς Θευξενίου, βουλευόντων τὰν |
| {τὰν} δευτέραν ἑξάμηνον Πάσωνος τοῦ Δαμένεος, Ἀμύντα τοῦ Εὐδώρου, γραμμα- | |
| τεύοντος δὲ Ξένωνος τοῦ Πολύωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Μιθριδάτης Μιθριδά[τ]α̣ | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Γλαυκίας, τὸ γ̣ένος Δάρδανον, | |
| 5 | τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν [ἔ]χει πᾶσαν, καθὼς ἐπίστευσε Γλαυκίας |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν | |
| πάντα βίον ποιέων ὅ κα θέλη καὶ ἀποτρέχω̣ν οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νό- | |
| μους τᾶς πόλιος Πάσων Δαμένεος. εἰ δέ̣ τις ἅπτοιτο Γλαυκία ἐπὶ καταδουλισ- | |
| [μ]ῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν̣ ὅ τε ἀποδόμενος Μιθριδάτης | |
| 10 | [κ]α[ὶ] ὁ βεβαιωτὴρ Πάσων. εἰ δὲ μὴ παρέχοιν β̣έ̣βαιον τῶι θεῶι τὰν ὠνά[ν], πράκ̣τι- |
| μοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχά- | |
| νοντες κύριοι ἐόντων συλέοντες Γλαυκίαν ὡς ἐλεύθερον ἐόντα | |
| ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. | |
| παραμινάτω δὲ Γλαυκίας παρὰ Μιθριδάτην ἄχρι οὗ κα ζώη Μιθριδάτης | |
| 15 | ποιέων τὸ ποτιτασσόμε<ν>ον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ |
| δὲ μὴ ποιέοι ἤ μή παραμένοι Γλαυκίας παρὰ Μιθριδάτην, ἐξουσίαν ἐχέ- | |
| τω Μιθριδάτης ἐπιτιμῆν Γλαυκίαν τρόπωι ὧι κα αὐτὸς θέλη πλὰν μὴ | |
| πωλεῖν. εἰ δέ τι ἀνθρώπινον γένοιτο περὶ Μιθριδάτην, ἐλεύθερος ἔ- | |
| στω Γλαυκίας καθὼς ἐπάνω γέγραπται καὶ λαβέτω τὰ ὑπάρχον- | |
| 20 | τα Μιθριδάτα Γλαυκίας πάντα καὶ τὰ ποτὶ γᾶν νομιζόμενα ποιησάτω |
| Γλαυκίας Μιθριδάτα πάντα καθὼς νομίζεται. μάρτυροι τοὶ ἱερεῖς τοῦ Ἀπόλ- | |
| λωνος Ἄρχων, Ἄθαμβος, καὶ οἱ ἄρχοντες Πάσων, Ἀμύντας, Ξένων, καὶ ἰδιῶται | |
| Τιμόκριτος [— — — — — — —]. |