[ ]
Phokis — Delphi — ca. 144 BC
1 | [ἄ]ρχοντος Δαμοστράτ[ο]υ, μηνὸς Ἀπελλαίου, βουλευόν- |
[τ]ων τὰν πρώταν ἑξάμηνον Σωστράτου τοῦ Σωτύλου, Ἡ- | |
[ρ]ακλείδα τοῦ Καλλία, γραμματεύοντος δὲ Πυρρία τοῦ Ἀρχε- | |
[λ]άου, ἐπὶ τοῖσδε ἀπέδοτο Μενὼ καὶ Καλλίας οἱ Δίωνος, συνευ- | |
5 | δοκέοντος καὶ τοῦ ἀνδρὸς Μενοῦς Πολίτα, τῶι Ἀπόλλωνι τῶι |
[Πυ]θίωι σῶμα γυναικεῖον τεχνῖτιν ῥαφίδηαν ἇι ὄνομα Λαΐς, | |
[τὸ γ]ένος Θρονιάδα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ στατήρων | |
[τριά]κοντα, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Λαῒς | |
[τῶι] θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος. μὴ εἰπά- | |
10 | [τ]ω δὲ Λαῒς κακῶς μήτε Μενὼ μήτε Καλλίαν· εἰ δὲ λέγοι, ἐξουσίαν ἐ- |
χόντων ἐπιτιμέοντες αὐτᾶι καθῶς κα θέλωντι. ὁμοίως δὲ καὶ εἴ | |
τι πάθοι ἀνθρώπινον Λαΐς, εἰ μὲν γενεὰν ἔχουσα ἐξ αὐτοσαυ- | |
τᾶς, ἔστω τὰ ὑπάρχοντα τᾶς γενεᾶς τᾶς Λαΐδος, εἰ δὲ ἀγενὴς ἐοῦσα, | |
ἔστω τὰ καταλειφθέντα τὰ Λαΐδος Καλλία καὶ Μενοῦς τῶν Δίωνος. | |
15 | μὴ ἐχέτω δὲ ἐξουσίαν Λαῒς μηδὲ ἐν ἄλλαν πόλιν ἀπελθοῦσα καὶ |
οἰκέουσα ἄνευ τᾶς Καλλία καὶ Μενοῦς γνώμας. βεβαιωτῆρες κα- | |
τὰ τὸν νόμον τᾶς πόλιος Διονύσιος Ἀσάνδρου, Δάμων Ξενοστράτου. | |
εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Λαΐδος, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν | |
οἵ τε ἀποδόμενοι Μενὼ καὶ Καλλίας καὶ οἱ βεβαιωτῆρες Διονύσιος, Δάμων· ὁμοίως δὲ καὶ οἱ | |
20 | παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Λαΐδα ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμι- |
οι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ[τυ]ροι τοὶ ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος Ἀνδρόνικος, Πραξίας, Μένης καὶ τῶν ἀρχόντω[ν] Σώστρατος, Πυρρίας καὶ | |
ἰδιῶται Δαμόφιλος, Τιμόκριτος, Πράοχος, Δάμων. |