[ ]
Phokis — Delphi — ca. 144 BC
| 1 | [ἄ]ρχοντος Δαμοστράτ[ο]υ, μηνὸς Ἀπελλαίου, βουλευόν- |
| [τ]ων τὰν πρώταν ἑξάμηνον Σωστράτου τοῦ Σωτύλου, Ἡ- | |
| [ρ]ακλείδα τοῦ Καλλία, γραμματεύοντος δὲ Πυρρία τοῦ Ἀρχε- | |
| [λ]άου, ἐπὶ τοῖσδε ἀπέδοτο Μενὼ καὶ Καλλίας οἱ Δίωνος, συνευ- | |
| 5 | δοκέοντος καὶ τοῦ ἀνδρὸς Μενοῦς Πολίτα, τῶι Ἀπόλλωνι τῶι |
| [Πυ]θίωι σῶμα γυναικεῖον τεχνῖτιν ῥαφίδηαν ἇι ὄνομα Λαΐς, | |
| [τὸ γ]ένος Θρονιάδα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ στατήρων | |
| [τριά]κοντα, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Λαῒς | |
| [τῶι] θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος. μὴ εἰπά- | |
| 10 | [τ]ω δὲ Λαῒς κακῶς μήτε Μενὼ μήτε Καλλίαν· εἰ δὲ λέγοι, ἐξουσίαν ἐ- |
| χόντων ἐπιτιμέοντες αὐτᾶι καθῶς κα θέλωντι. ὁμοίως δὲ καὶ εἴ | |
| τι πάθοι ἀνθρώπινον Λαΐς, εἰ μὲν γενεὰν ἔχουσα ἐξ αὐτοσαυ- | |
| τᾶς, ἔστω τὰ ὑπάρχοντα τᾶς γενεᾶς τᾶς Λαΐδος, εἰ δὲ ἀγενὴς ἐοῦσα, | |
| ἔστω τὰ καταλειφθέντα τὰ Λαΐδος Καλλία καὶ Μενοῦς τῶν Δίωνος. | |
| 15 | μὴ ἐχέτω δὲ ἐξουσίαν Λαῒς μηδὲ ἐν ἄλλαν πόλιν ἀπελθοῦσα καὶ |
| οἰκέουσα ἄνευ τᾶς Καλλία καὶ Μενοῦς γνώμας. βεβαιωτῆρες κα- | |
| τὰ τὸν νόμον τᾶς πόλιος Διονύσιος Ἀσάνδρου, Δάμων Ξενοστράτου. | |
| εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Λαΐδος, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν | |
| οἵ τε ἀποδόμενοι Μενὼ καὶ Καλλίας καὶ οἱ βεβαιωτῆρες Διονύσιος, Δάμων· ὁμοίως δὲ καὶ οἱ | |
| 20 | παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Λαΐδα ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμι- |
| οι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ[τυ]ροι τοὶ ἱερεῖς τοῦ Ἀπόλ- | |
| λωνος Ἀνδρόνικος, Πραξίας, Μένης καὶ τῶν ἀρχόντω[ν] Σώστρατος, Πυρρίας καὶ | |
| ἰδιῶται Δαμόφιλος, Τιμόκριτος, Πράοχος, Δάμων. |