[ ] Phokis — Delphi — ca. 144 BC
1 [ἄ]ρχοντος Δαμοστράτ[ο]υ, μηνὸς Ἀπελλαίου, βουλευόν-
[τ]ων τὰν πρώταν ἑξάμηνον Σωστράτου τοῦ Σωτύλου, Ἡ-
[ρ]ακλείδα τοῦ Καλλία, γραμματεύοντος δὲ Πυρρία τοῦ Ἀρχε-
[λ]άου, ἐπὶ τοῖσδε ἀπέδοτο Μενὼ καὶ Καλλίας οἱ Δίωνος, συνευ-
5 δοκέοντος καὶ τοῦ ἀνδρὸς Μενοῦς Πολίτα, τῶι Ἀπόλλωνι τῶι
[Πυ]θίωι σῶμα γυναικεῖον τεχνῖτιν ῥαφίδηαν ἇι ὄνομα Λαΐς,
[τὸ γ]ένος Θρονιάδα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ στατήρων
[τριά]κοντα, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Λαῒς
[τῶι] θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος. μὴ εἰπά-
10 [τ]ω δὲ Λαῒς κακῶς μήτε Μενὼ μήτε Καλλίαν· εἰ δὲ λέγοι, ἐξουσίαν ἐ-
χόντων ἐπιτιμέοντες αὐτᾶι καθῶς κα θέλωντι. ὁμοίως δὲ καὶ εἴ
τι πάθοι ἀνθρώπινον Λαΐς, εἰ μὲν γενεὰν ἔχουσα ἐξ αὐτοσαυ-
τᾶς, ἔστω τὰ ὑπάρχοντα τᾶς γενεᾶς τᾶς Λαΐδος, εἰ δὲ ἀγενὴς ἐοῦσα,
ἔστω τὰ καταλειφθέντα τὰ Λαΐδος Καλλία καὶ Μενοῦς τῶν Δίωνος.
15 μὴ ἐχέτω δὲ ἐξουσίαν Λαῒς μηδὲ ἐν ἄλλαν πόλιν ἀπελθοῦσα καὶ
οἰκέουσα ἄνευ τᾶς Καλλία καὶ Μενοῦς γνώμας. βεβαιωτῆρες κα-
τὰ τὸν νόμον τᾶς πόλιος Διονύσιος Ἀσάνδρου, Δάμων Ξενοστράτου.
εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Λαΐδος, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν
οἵ τε ἀποδόμενοι Μενὼ καὶ Καλλίας καὶ οἱ βεβαιωτῆρες Διονύσιος, Δάμων· ὁμοίως δὲ καὶ οἱ
20 παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Λαΐδα ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμι-
οι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ[τυ]ροι τοὶ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Ἀνδρόνικος, Πραξίας, Μένης καὶ τῶν ἀρχόντω[ν] Σώστρατος, Πυρρίας καὶ
ἰδιῶται Δαμόφιλος, Τιμόκριτος, Πράοχος, Δάμων.
Search Help