[ ]
Phokis — Delphi — ca. 160 BC
1 | ἄρχοντος Ἀνδρονίκου, μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Ξένων Πει- |
θαγόρα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο ἀνδρεῖον τε καὶ γυναικεῖ- | |
ον οἷς ὀνόματα Μητρόδωρος καὶ Θεοδότα, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν | |
ὠνὰν Μητρόδωρος καὶ Θευδότα, τιμᾶς ἀργυρίου στατήρων τεσσα- | |
5 | ράκοντα. βεβαιωτῆρες κατὰ τὸν νόμον Ἐχέφυλος Ἁ<γ>ίωνος, Μελισσί- |
ων Εὐαγγέλου. παραμινάτω δὲ Θευδότα παρὰ Μητρόδωρον ἕως κα ζῆ | |
Μητρόδωρος. εἰ δὲ μὴ παραμένοι, κύριος ἔστω Μητρόδωρος κολά- | |
ζων Θευδόταν καθώς κα θέλη πλὰν μὴ ἀποδόσθω. μάρτυροι | |
οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ τῶν ἀρχόν- | |
10 | τῶν Ἄθαμβος Ἁβρομάχου, ἰδιῶται Ἀστόξενος, Ἀριστίων Ἄγωνος, |
Μένης, Ξένων Γλαύκου. |