[ ]
Phokis — Delphi — ca. 162 BC
| 1 | ἄρχοντος Ἐμμενίδα τοῦ Κα[λλία, μηνὸς Ἀμα]λίου, ἐπὶ [τοῖσδε ἀπέδ]οτο |
| Καλλικράτεια Ἀρισταγόρα Δελφὶς [τῶι Ἀπό]λλωνι τῶι Πυ̣[θίωι σῶμ]α [γ]υναικεῖ- | |
| ον ἇι ὄνομα Νῦσα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπ[ίστε]υσε Νῦσα τῶι | |
| θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ | |
| 5 | πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος Ἀρισταγόρας Εὐθυ- |
| δάμου, Κλέων Δίωνος Δελφοί. παραμεινάτω δὲ Νῦσα παρὰ Καλλικράτειαν | |
| ἔτεα ὀκτώ, ἄρχει τοῦ χρόνου τῶν ἐτέων ὁ μὴν ὁ Ποιτρόπιος ὁ ἐπὶ Ἐμμενίδα | |
| ἄρχοντος τοῦ Καλλία, ποιέουσα{ι} τὸ ποτιτασσόμενον ὑπὸ Καλλικρατείας | |
| πᾶν τὸ δυνατὸν ἀνενκλήτως. εἰ δέ τί κα μὴ ποιῆ Νῦσα τῶν ποτιτασσομέ- | |
| 10 | νων ὑπὸ Καλλικρατείας καθὼς γέγραπται δυνατὰ ἐοῦσα, ἐξέστω Καλλι- |
| κρατείαι κολάζειν καθώς κα{θώς κα} αὐτὰ θέλη καὶ ἄλλωι ὑπὲρ Καλλικράτειαν | |
| ἀζαμίοις ἐόντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμίας. ἐπεὶ δέ κα παραμείνη τὰ | |
| ἔτεα τὰ γεγραμμένα, ἐλευθέρα ἔστω Νῦσα κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέου- | |
| σα ὅ κα θέλη καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δε τίς κα ἐφάπτηται Νύσας | |
| 15 | ἐπὶ κατα<δουλισμῶι> {ἔτεα παραμίνη τὰ γεγραμμένα}, βέβαιον παρεχόντω οἱ βεβαιωτῆρες τῶι θεῶι [τ]ὰν ὠνὰν [κατὰ τ]ὸν νόμον, ὡσαύ- |
| τως δὲ καὶ οἱ παρατυχόντες κύριοι ἐόντω συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπ[όδικο]ι πάσας δίκας καὶ ζα- | |
| μίας. μάρτυροι τοὶ ἄρχοντες τᾶς πόλιος Ἄθαμβος Ἀθανίωνος, Κλέων Δίωνος, Καλλικλῆς Τίμωνος· Ἀμυνέας, Πατρέας, ΜΙΙ․․․․․Σ, Φίλαγρος. |